Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 85-2
Not analysed yet
προηγουμένως δὲ ἐν ἄλλοις ἐπιμελέστερον ἐξεταστέον καὶ ἐπὶ πλεῖον τὸν λόγον ἐρευνητέον τὸν περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῆς ἀρχῆς τῆς συστάσεως αὐτῆς καὶ τῆς εἰς τὸ γήϊνον σῶμα εἰσκρίσεως αὐτῆς, τῶν τε ἐπιμερισμῶν τοῦ ἑκάστης βίου καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς, καὶ εἰ ἐνδέχε- ται αὐτὴν εἰσκριθῆναι δεύτερον ἐν σώματι ἢ μή, καὶ τῇ αὐτῇ περιόδῳ καὶ τῇ αὐτῇ διακοσμήσει ἢ οὔ, καὶ τῷ αὐτῷ σώματι ἢ ἑτέρῳ, καὶ εἰ τῷ αὐτῶ, πότερον καθ᾿ ὑποκείμενον μένοντι τῷ αὐτῷ κατὰ δὲ ποιότητα μεταβαλομένῳ, ἢ καὶ καθ’ ὑποκείμενον καὶ ποιότητα ἐσομένῳ τῷ αὐτῷ, καὶ εἰ ἀεὶ τῷ αὐτῷ σώματι χρήσεται ἢ ἀμείψει αὐτό.