Ancient Greek
86 to 87
Origen, Commentarii in Evangelium Joannis 86-87
Not analysed yet
ἐν οἷς καὶ τί ἐστι κυρίως μετενσωμάτωσις ἐξετάσαι δεήσει, τί τε αὕτη διαφέρει ἐνσωματώσεως, καὶ εἰ ἀκολουθεῖ τῷ λέγοντι μετεωσωμάτωσιν ἄφθαρτον τηρεῖν τὸν κόσμον. ἐν οἷς ἀναγκαῖον ἔσται παραθεῖναι καὶ τοὺς λόγους τῶν θελόντων κατὰ τὰς γραφὰς συσπείρεσθαι τὴν ψυχὴν τῷ σώματι καὶ τὰ ἀκολουθοῦντα αὐτοῖς. καὶ ἁπαξαπλῶς ὁ περὶ ψυχῆς λόγος πολὺς καὶ δυσερμήνευτος ὢν ἀναλεχθησόμενος ἀπὸ τῶν ἐν ταῖς γραφαῖς σποράδην κειμένων ἰδίας δεῖται πραγματείας. διόπερ νῦν κατὰ τὸ παρῆκον ἐκ τῶν περὶ Ἠλίου καὶ Ἰωάννου ἐζητημένων ἐπὶ βραχὺ ἐξετασαντες τὸ πρόβλημα μετίωμεν ἐπὶ τὰ ἑξῆς. Ι,21. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.