Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 88-2
Not analysed yet
Εἰ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, καὶ τί ἄλλο ἂν λέγοιμεν εἶναι Ἰωάννην ἢ προφήτην; ὡς καὶ ὁ πατὴρ αὐτοῦ Ζαχα- ρίας πλησθεὶς πνεύματος ἁγίου προφητεύων φησί· »Καὶ σὺ δέ, παιδίον, προφήτης ὐψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοι- »μάσαι ὁδοὺς αὐτοῦ«· εἰ μὴ ἄρα τις ἐπιλήψεται τοῦ »Κληθήσῃ«, μὴ εἰρημένου τοῦ >Ἔσῃ«, καὶ μάλιστα διὰ τὸ πρὸς τοὺς οἰομένους αὐτὸν προ φήτην εἶναι εἰρηκέναι τὸν σωτῆρα· »Ἀλλὰ τί †ἐξήλθετε ἰδεῖν; προφήτην;