Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 89
Not analysed yet
ἔτι εἰς τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ ταῦτα ζητητέον· τῇ ἐπινοίᾳ ὁ λόγος ἕτερός ἐστι παρὰ τὴν ζωήν, καὶ ο γέγονεν έν τῷ λόγῳ »ζωὴ »ἠν, καὶ ἡ ζωὴ ἠν τὸ φῶς τῶν ἀνθρώπων‘. ἆρ’ οὖν. ὡς πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ ἡ ζωὴ δι᾿ αὐτοῦ ἐγένετο, ἥτις ἐστὶν »τὸ φῶς »τῶν ἀνθρώπων«, καὶ αἱ ἄλλαι τοῦ σωτῆρος ἐπίνοιαι, ἢ καθ᾿ ὑπεξαίρεσιν τῶν ἐν αὐτῷ νοητέον τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο«; ὅπερ δοκεῖ μοι εἶναι κρεῖττον.