Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 90
Not analysed yet
ἵνα γὰρ συγχωρηθῇ διὰ τὸ γεγονέναι τὴν ζωὴν τὸ φῶς τῶν ἀνθρώπων, τί λεκτέον περὶ τῆς προεπινοουμένης τοῦ λόγου σοφίας; οὐ γὰρ δήπου διὰ τοῦ λόγου τὸ παρὰ τὸν λόγον γεγένηται. ὥστε χωρὶς τῶν ἐπινοουμένων τῷ χριστῷ πάντα διὰ τοῦ λόγου γεγένηται τοῦ θεοῦ, ποιήσαντος ἐν σοφίᾳ αὐτὰ τοῦ πατρός· Πάντα, γάρ φησιν, ἐν σοφίᾳ ἐποίησας‘, οὐ »διὰ τῆς σοφίας ἐποίησας«.