Ancient Greek
Page 150
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 150
Not analysed yet
νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται· μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἵτινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς ἀλλὰ τὴν αὐτοῦ τοῦ Θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερεύνητά ἐστι. Διὸ νυνὶ χωρὶς νόμου πεφανέρωται ἡ τοῦ Θεοῦ δικαιοσύνη ἧς διδάσκαλός ἐστιν Ἰησοῦς Χριστὸς φανερῶν αὐτὴν καὶ ἐν μηδενὶ παραλαμβάνων εἰς παράστασιν τῆς τοῦ Θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον (ὁ μὲν γὰρ ἦν ἀνθρώπινος, ἡ δὲ τοῦ Θεοῦ δικαιοσύνη ὡς Θεοῦ ὑ|περέβαλε καὶ ὑπερῆρε πάντα τὰ ἀνθρώπινα) φανερουμένη <δ'> αὐτὴ χωρὶς τοῦ τῆς φύσεως νόμου ἐμαρτυρεῖτο ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ ἁγίου πνεύματος αἰνιγματωδῶς εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου Μωϋσέως νόμου. Καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς οἷον· ‹Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη›. Δὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθεὶς κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸ σωματικὸν |ἀναφέρεται, κατὰ δὲ τὸ δεύτερον ἐπὶ τὸ πνευματικόν. Τὸ δὲ ὅμοιον εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενητῆς τυφλοῦ θεραπευθέντος, ᾧ ἐπιφέρει