Ancient Greek
Page 184
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 184
Not analysed yet
δικαιοσύνην, οὐδὲν δὲ τοιοῦτον γέγραπται, ἡνίκα ἐπεῖδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησεν Κύριος τοῖς Αἰγυπτίοις καὶ ἐφοβήθη ὁ λαὸς τὸν Κύριον καὶ ἐπίστευσαν τῷ Κυρίῳ καὶ Μωσεῖ τῷ θεράποντι αὐτοῦ, οὐ |πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἀβραὰμ τὸ ‹Ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην›. Οὐ παντὶ οὖν τῷ πιστεύοντι Θεῷ λογίζεται ἡ πίστις εἰς δικαιοσύνην ἀλλὰ τῷ πᾶσαν τὴν πίστιν ἔχοντι, ἥντινα πίστιν οὖσαν δικαιοσύνην λογίζεται εἰς δικαιοσύνην ὁ Θεός ***οὐχ ὡς χάρις ἀλλ' ὡς ὀφείλημα· οὐδὲν δὲ κατορθοῦσθαι δύ|ναται τηλικοῦτον τῇ τῶν ἀνθρώπων ἤ τινος τῶν γενητῶν φύσει, ὥστε ἐπὶ τοῖς κατορθώμασιν τὸ διδόμενον ὑπὸ τοῦ Θεοῦ ἆθλον μὴ χάριν εἶναι ἀλλ' ὀφείλημα· καὶ εἴποιμι <ἂν> γὰρ οὐδὲν ὧν δίδωσιν ὁ Θεὸς τῇ γενητῇ φύσει ὡς ὀφείλων δίδωσιν ἀλλὰ πάντα ὡς χάριν δωρεῖται· καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλομένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ ***Πᾶς μὲν ‖. . . . . . . ν ὁμολογήσαι ἂν φέρ' εἰπεῖν ἐπὶ τῆ[ς . .] . α τὸ δηνάριον παραβολῆς ὅτι χάριτι, οὐκ ὀφειλήσει, τῇ ἕκτ[ῃ καὶ] ἐνάτῃ καὶ ἑνδεκ[ά]τῃ ἐληλυθότες ἐπὶ τὸ ἔργον γενομένης ἑσπέρας λαμβάνουσι τὸ ἀνὰ δηνάριον· ἡμεῖς δὲ εἴποιμεν ἂν ὅτι καὶ οἱ πρωῒ μισθω|θέντες καὶ νομίσαντες πλεῖον λήμψεσθαι τὸ ἀνὰ δηνάριο[ν εἰ]ληφότες καὶ αὐτοὶ χάριν εἰλήφασιν ***Νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι καὶ ἄλλως κοινότερον νοούμενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων καὶ τὸν μισθὸν ἀπ' ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα. Ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάϊν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω καὶ ὡς μισθὸν τῶν ἡμαρτημένων ἀποδίδοσθαι τὰς κολάσεις. Διὸ καὶ