Ancient Greek · ~6 min
Page 186
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 186
Not analysed yet
ὁ ἀπόστολος ὀψώνια μὲν τῆς ἁμαρτίας ἔφησεν εἶναι τὸν θάνατον, οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ Θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάρισμα αὐτοῦ· φησὶ γὰρ τὸ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ***οὐ νομιστέον ἐπὶ τῶν κρειττόνων ἔρ|γων λέγεσθαι ἐν τῷ εὐαγγελίῳ τὸ ‹ᾯ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν›· εἰ γὰρ ᾧ μέτρῳ μετρ[οῦμεν ἀντ]ιμετρηθήσεται ἡμῖν, οὐ χάριτι Θεοῦ ἔσται ἡμῖν ἡ σω̣[τηρία οὐδ'] ἡ αἰώνιος [ζω]ὴ ἔσται χάρισμα Θεοῦ ***χάριτι γάρ ἐσμεν σεσωσμένοι· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται. Πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῖν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον ***Δικαιοῖ οὖν τὸ[ν ἀσεβῆ δ]ιὰ τῆς πίστεως μεταθέμενον ἀπὸ τῆς ἀσεβείας [ὥστε λογί]ζεσθαι τὴν |μεταθεῖσαν αὐτὸν ἀπὸ τῆς ἀσεβείας [πίστιν ε]ἰς δικαι[ο]σύνην ***Καὶ ἐνόμισέν γε ἀκολουθεῖν τῷ ἄφεσιν ἀνομιῶν εἰληφότι καὶ παντὶ οὗ ἐπεκαλύφθησαν αἱ ἀνομίαι καὶ τῷ ἀνδρὶ οὗ οὐ λογίζεται Κύριος ἁμαρτίαν τὸ δικαιοσύνην αὐτῷ λογίζεσθαι χωρὶς ἔργων. Οὐ γὰρ ἐξ ἔργων ῥιζοῦται ἡ δικαιοσύνη ἀλλ' ἐκ τοῦ ἐρριζῶσθαι αὐτὴν |λογισαμένου τοῦ Θεοῦ τὴν πίστιν εἰς δικαιοσύνην ***μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι οὐχὶ μηδαμοῦ μηδαμῶς μηδὲν ποιησάντων ἄξιον ἀφέσεως ἀνομιῶν καὶ τῆς ἐπ' αὐτῇ μακαρ[ι]ότητος ἀλλ' ἔτυχον ταύτης τῆς ἀφέσεως καὶ τοῦ μακαρισμο[ῦ], πιστεύσαντες ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ ***ἐπιστῆσαι δὲ |εἰ ἔχει τινὰ τάξιν πρῶτον μὲν λεγόμενον τὸ ‹Ὧν ἀφέθησα[ν] αἱ ἀνομίαι›,