Ancient Greek · ~6 min
Page 188
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 188
Not analysed yet
δεύτερον δὲ τὸ ‹Ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· ›μηκέτι μὲν γὰρ πραττομένου τοῦ χείρονος, ἄφεσις δύναται γενέσθαι ἀνομιῶν, ἀγαθοῦ δὲ ἐπιτελουμένου ἐπ̣ὶ̣ τ̣ο̣σ̣ο̣ῦ̣τ̣ο̣[ν̣] ὡς τὰ γινόμενα καλύμματα γενέσθαι τῶν προημαρτημέ|νων ἐξαφανίζοντα αὐτῶν τὴν φύσιν, ἐπικαλύπτονται αἱ ἁμα[ρ]τίαι· ὧν προαγόντων οὐδὲ λογίζεται ἔτι Κύριός τινι τὸ ἡμαρτηκέναι ***[Rom. 4, 9—12] ‹Ὁ μακαρι[ς]μὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; ›***ὁ ἐπ̣ὶ̣ τῷ Δαυὶδ μακαρισμὸς οὐκ ἐπὶ τὴν περιτομὴν ἀλλ' ἐπὶ τὴν ἀκροβυστίαν ***ἀλλὰ καὶ εἴπερ λογίζεται ἡ |πίστις εἰς δικαι[οσύ]νην, ἆρα δικαίῳ λογίζεται ἢ οὐ δικαίῳ; Φανερὸν δὴ ὅτι οὐ δικα[ίῳ]. Πο̣[ί]α̣ γὰρ χάρις δικαίῳ λογισθῆναι εἰς δι‖[καιοσύ]νην; Εἰ δὲ μὴ δικαίῳ, δηλονότι γενομένῳ πρὸ τῆς πίστεως ἀδίκῳ. [Εἰ δὲ λογ]ίζεται τῷ τοιούτῳ ἡ πίστις εἰς δικαιοσύνην, μακάριος ἀνὴρ γίνε[ται, οὐ] λογιζομένου οὕτω τοῦ Κυρίου τὴν ἁμαρτίαν ἀλλὰ καὶ ἀφιέντος τὰς πρὸ [τῆς πί]στεως ἀνομίας ***πότερόν ποτε ἔτι ἀκρόβυστος ἦν ὁ Ἀβραὰμ ἡνί|[κα ἐλ]ογίσθη αὐτῷ ἡ πίστις εἰς δικαιοσύνην ἢ ἤδη γεγένητο ἐν περιτομῇ. [Λέγει] γοῦν· ‹Πῶς οὖν ἐλογίσθη; ›***ἀποφαίνεται ὅτι μετὰ τὴν ἐκ πίστεως [δικαί]ωσιν λαβὼν τὴν περιτομὴν σημεῖον καὶ σφραγῖδα εἴληφεν [τῆς ἐν ἀκρ]οβυστίᾳ πίστεως, ἵνα εἰ καὶ ἀμφοτέρων (λέγω δὲ τῶν ἐκ πε[ριτομῆς καὶ] τῶν ἐν ἀκροβυστίᾳ) πατὴρ χρημ[ατίζ]ειν ἔμελλεν καθὸ μὲν |[ἐλογίσθη ἡ πί]στ̣ι̣σ̣ α̣ὐ̣τῶ̣| εἰ̣σ̣ δ̣ι̣κα̣ι̣ο̣σ̣ύ̣ν̣[ην ἔτ]ι̣ ὄντι ἐν ἀκροβυστίᾳ [. . . . . . . . πατὴ]ρ τῶν πιστευόντων ἐν ἀκροβ[υστ]ί[ᾳ], καθὸ δὲ περιτετμημ̣[ένος