Ancient Greek
Page 190
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 190
Not analysed yet
ἐγέννης]ε τὸν Ἰσαὰκ ἵνα γένηται πατὴρ τῶν ἐκ περιτομῆς κα̣τ̣ὰ̣ [σάρκα . . ὀκτα]η̣μέρου ἀρξαμένης ἀπὸ τοῦ Ἰ[ς]αάκ ***Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλείουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων, ἵν' οἱ μετὰ τὴν πίστιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν |ἐκ πίστεως δικαιωθησομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσι λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον ***καὶ κατὰ τὸν Παῦλον δὲ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται ***Ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λα[ὸ]ς τῶν ἐν ἀκροβυστίᾳ καὶ |ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφ[ρ]αγὶς καὶ τὸ σημεῖον ἐκεῖνο λυθήσεται, ἐνστάντος τοῦ πληρώματος τοῦ χρόνου μέχρις ὅτου τὴν σφραγῖδα τηρεῖσθαι ἐχρῆν, ὥστ' ἂν λεχθῆναι τῷ νῦν βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν [ὅ]τι ‹Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει›. Οἶμαι δὲ ὅτι ὥς[π]ερ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς |