Ancient Greek · ~4 min
Page 222
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 222
Not analysed yet
νῦν τὸ δι' αὐτὸν μόνον εἴληπται ἀντὶ τοῦ περὶ αὐτοῦ μόνου· ἀλλὰ καὶ τὸ δι' ἡμᾶς ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἀβραὰμ ἐντυχὼν ὁ Μωϋσέως προγενέστερος τῷ μεταγενεστέρῳ αὐτοῦ γράμματι ὠφεληθῇ. Εἰ δὲ οὐ περὶ τοῦ Ἀβραὰμ μόνου γέγραπται τὸ ‹Ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην› ἀλλὰ καὶ περὶ ἡμῶν, οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν ὁ συνεγερθεὶς Χριστῷ, ὥστ' ἂν εἰπεῖν ‹Καὶ συνήγειρεν καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· ›συνηγέρθη δὲ Χριστῷ ὁ σύμμορφος γενόμενος τῇ ἀναστάσει αὐτοῦ καὶ διὰ τὸ συναποτεθνηκέναι συζῶν αὐτῷ· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· συναπέθανεν δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆς περιπατῶν ***Ἠγέρθη γὰρ διὰ τὴν δικαίωσιν ἡμῶν τῇ ἀναστά|σει ἑαυτοῦ, δικαιῶν ἡμᾶς συμμόρφους γενομένους τῇ ἀναστάσει αὑτοῦ ***ὃς παρεδόθη διὰ τὰ αὐτοῦ