Ancient Greek · ~10 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 9
Not analysed yet
Τοῦ οἰκοδεσπότου δέ ἐστι <μόνου> καὶ τῆς θείας ἐπιστήμης αὐτοῦ εἰδέναι τόν ἑκάστου τῶν ἀνθρώπων καιρόν, πότε ἤγγισε καὶ πότε ἔτι πόρρω ἐστὶν ὁ καιρὸς τῶν τῶν καρπῶν. πῶν. καὶ ἡμεῖς δέ, ἐὰν ἐπὶ πλεῖον ἐπιστήσωμεν συγκρίνοντες τὸν χρόνον ἀφ᾿ οὗ ἐκλήθημεν τῷ παντὶ χρόνῳ τῆς πίστεως ἡμῶν, δυνησόμεθα ὁρᾶν πῶς τινες ὥσπερ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πόλιν χρείαν« ἔχουσι διδάσκεσθαι »τίνα τὰ στοιχεῖα <τῆς οὕτως> τῶν λογίων τοῦ οὕτως ὀφείλοντές τινες, ὅσον ἐπὶ τῷ χρόνῳ τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τῷ κατὰ τὴν κλῆσιν ἁπάντων, ἤδη φέρειν τοὺς καρπούς, ἢ πάντως οὐκ <ἔχουσιν ἢ ὀφείλοντες >ἔχουσι μὲν ἀκαίρως δὲ κυπρίζοντας καὶ οὐκ ἐν καιρῷ ὀμφακίζοντας. εἰ νενόηταί σοι δὴ καθ’ ἕκαστον, πῶς δεῖ ἐκλαμβάνειν τὸ ὅτε δέ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, μετάβα εἰ δύνασαι) τῷ λόγῳ ἐπὶ τοὺς παραλαβόντας διὰ Μωσέως τὸν νόμον, ὅτι κἀκείνων ἤγγισέ ποτε ὁ καιρὸς τῶν καρπῶν καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους πρὸς τοὺς γεωργοὺς τοὺς πρώτους πιστευθέντας »τὰ λόγια τοῦ θεοῦ« ὑπέρ τοῦ λαβεῖν τοὺς καρποὺς τοῦ ἐν ἑκάστῳ ἀμπελῶνος. εὐχερὲς μὲν οὖν εἰπεῖν ὅτι δούλους λέγει τοὺς προφήτας. ἀλλὰ ζητητέον πῶς ἀποστέλλονται πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς τοῦ ἀμπελῶνος καρπούς. εἴποι γὰρ ἄν τις ὅτι οὐκ ἐπὶ τῷ λαβεῖν ἀποστέλλονται τοὺς καρποὺς οἱ προφῆται, ἀλλ᾿ ἐπὶ τῷ γεωργῆσαι μᾶλλον καὶ συνεργῆσαι τοῖς καρποῖς. Ὅρα οὖν εἰ δυνάμεθα λέγειν τὰ πνευματικὰ καρπώματα καὶ τὰς θείας προσφορὰς δίδοσθαι ἀπὸ τῶν γεωργησάντων τὸν ἀμπελῶνα τοῖς ἀποστελλομένοις δούλοις, ἵνα προσαγάγωσιν ὡς ἱερεῖς τῷ θεῷ τοὺς καρποὺς τοῦ προσφέροντος <λαοῦ>. ἀλλὰ λαβόντες οἱ γεωργοὶ ἐν τῷ λαῷ τοὺς ἀποσταλέντας δούλους λαβεῖν τοὺς καρποὺς τοῦ ἀμπελῶνος, ὃν μὲν ἔδειραν, ὡς »τὸν Μιχαίαν ἐπάταξεν εἰς τὴν σιαγόνα« »Σεδεκίας υἱὸς Χαναάν«, ὅτε καὶ εἶπεν αὐτῷ προφητεύσαντι ὁ ψευδοπροφήτης· »ὁποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί; «ὃν δέ ἀπέκτειναν, ὡς Ζαχαρίαν »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, ὃν δέ ἐλιθοβόλησαν ,ὡς τὸν Ἀζαρίαν υἱὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καθάπερ γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ἡνίκα γὰρ »πνεῦμα θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε· τάδε λέγει κύριος ’τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου; ρίου ; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς«, ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν δι᾿ ἐντολῆς Ἰωὰς τοῦ βασιλέο)ς ἐν οὐλῇ οἴκου κυρίου. καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησε μετ’ αὐτοῦ Ἰωδαὲ ὁ Πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνῃσκεν, εἶπεν· ἴδοι κύριος καὶ κρινάτω«.