Ancient Greek · ~10 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 18
Not analysed yet
ἡμεῖς δέ πολλὴν ἀφθονίαν ἔχομεν ἀπὸ τῶν εὐαγγελικῶν περὶ τοῦ θεοῦ παραδειγμάτων, ἐν οἶς ὡμοιώθη κατα τινας παραβολὰς ἀνθρώπῳ. χρησόμεθα οὖν ταῖς ἄνθρωπον ὀνομαξούσαις παραβολαῖς τὸν θεὸν εἰς ἀπολογίαν τῶν ὅσον ἐπὶ ταῖς λέξεσιν ἀνθρωποπαθῆ φασκουσῶν εἶναι τὸν Χριστοῦ πατέρα, καὶ φήσομέν γε πρὸς τοὺς ἑτεροδόξους, διὰ τὸ μὴ νενοηκέναι τὰ οὕτο)ς λεγόμενα ἐν τοῖς παλαιοῖς γράμμασι προσκόπτοντας τῷ θεῷ νόμου καὶ προφητῶν καὶ τῆς τοῦ κόσμου κτίσεως ὅτι. εἴπερ ἀνθρώπῳ ὡμοίωται κατὰ τὰς τοῦ εὐαγγελίου γελίου παραβολὰς) ὁ θεός, διὰ τί ἀκολούθως ταύταις ταῖς παραβολαῖς οὐ παραδέχεσθε παραβολὴν εἶναι τὴν ὀργὴν <καὶ> τὸν καὶ τὴν μεταμέλειαν καὶ τὴν ἀποστροφὴν τοῦ προσώπου καὶ τὴν κάθισιν καὶ τὴν στάσιν καὶ τὸν περίπατον τοῦ θεοῦ ; τὸν γὰρ ἀναγεγραμμένον ἐν ταῖς προφητείαις ὕπνον αὐτοῦ ἤτοι οὐ παρετήρησαν ἢ ὁμολογήσουσιν εἶναι παραβολήν. καὶ ἔτι πρὸς ἐκείνους ἐροῦμεν ὅτι, εἰ μὴ βούλεσθε, ἀκολούθως τῷ ἐν παραβολῇ ἄνθρωπον λέγεσθαι τὸν θεόν, ἐν παραβολῇ ἀκούειν τῶν ἀνθρωποπαθῶς περὶ αὐτοῦ ἀπαγγελλουσῶν γραφῶν, παραστήσατε πῶς ἄνθρωπος ὁ τῶν ὅλων κατὰ τὸ εὐαγγέλιον λέγεται θεός, οὐδὲν ἀνθρώπινον (ὡς ὑμεῖς ὑπολαμβάνετε) λεγόμενος ἔχειν ἐν ἑαυτῷ. Ἐκ περιουσίασ δέ ἐλέγξομεν αὐτοὺς μηδέ τὰ τῆς καινῆς διαθήκης γράμματα ἐξητακότας, ἐν οἷς κατὰ τὴν ἐνταῦθα παραβολὴν ὁ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ βασιλεὺς ἄνθρωπος ὠργίσθη ἐπὶ τοῖς μὴ θελήσασι κατὰ τὴν κλῆσιν αὐτοῦ ἐλθεῖν εἰς τοὺς γάμους καὶ τοῖς ἀμελήσασι μὲν τοῦ δειπνήσαι εἰς τοὺς γάμους, ἀπεληλυθόσι δὲ εἰς τὸν ἴδιον ἀγρὸν ἢ ἐπὶ τὴν ἐμπορίαν, ὠργίσθη δὲ καὶ ἐπὶ τοῖς κρατήσασι τοὺς δούλους αὐτοῦ καὶ ὑβρίσασι καὶ ἀποκτείνασι. λεγέτωσαν γὰρ ἡμῖν πότερον ὁ ὀργισθεὶς οὗτος, ἅτε ποιῶν γάμους τῷ τῷ υἱῷ αὐτοῦ, ὁ πατήρ ἐστι τοῦ Χριοτοῦ ἢ ἄλλος τις παρὰ τὸν (ὅσον ἐπὶ τῇ παραβολῇ) ὀργισθέντα πατήρ ἐστιν αὐτοῦ. ἑκατέρως δέ στενοχωοηθήοονται, εἴτ᾿ ἐκ τοῦ μὴ θέλειν τὸν ὀργισθέντα ποιοῦντα γάμους τῷ υἱῷ πατέρα εἶναι τοῦ Χριστοῦ διὰ τὴν ὀργήν, εἴτ᾿ ἐκ τοῦ ἀνογκάζεσθαι διὰ τοὺς γάμους καὶ τὸν υἱὸν παραδέχεσθαι ὅτι αὐτὸς εἴη ὁ πατὴρ Χριστοῦ καὶ ὅτι ὀργίζεται. ἐὰν δὲ διήγησιν τῷ ἀργίζεσθαι πειραθῶσι φέρειν, φήσομεν πρὸς αὐτοὺς ὅτι· ὦ οὗτοι, τίς ἡ ἀποκλήρωσις, μη φευγειν μευ τον εν τῳ εὐαγγελίῳ ποιοῦντα γάμους τῷ υἱῷ αὐτοῦ διὰ τὴν ὀργὴν καὶ ἄλλον ζητεῖν, ἐν δὲ τῷ νόμῳ καὶ τοῖς προφήταις διὰ τὸ αὐτὸ τῆς ὀργῆς ὄνομα καὶ τὰ παραπλήσια αὐτῇ ζητεῖν ἀναπλάττειν ἕτερον παρὰ τὸν τοῦ] νόμου καὶ προφητῶν θεόν ;