Ancient Greek · ~10 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 19
Not analysed yet
Ὅσον οὖν ἄνθρωποί ἐσμεν, καὶ οὐ συμφέρει ἡμῖν τὸν πλοῦτον »τῆς χρηστότητος« τοῦ θεοῦ καὶ τὸ πολὺ πλῆθος τῆς χρηστότητος« αὐτοῦ κεκρυμμένης ὑπ’ αὐτοῦ ἵνα μὴ βλαβῶμεν) θεωρεῖν, ἀναγκαίως ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ἵνα ἀνθρώποις λαλήσῃ ὡς ἄνθρωπος καὶ ἀνθρώπους οἰκονομήσῃ μὴ χωροῦντας οἰκονομηθῆναι ὑπὸ τοῦ θεοῦ, πάντη μένοντος θεοῦ καὶ ἐν τῷ λέγειν διὰ προφητῶν κοὶ ἐν τῷ οἰκονομεῖν ἀνθρώπους. καὶ τότε παύσεται ὁμοιουμένη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ,ὅταν παυσαμένου ζήλου καὶ ἔριδος καὶ τῶν λοιπῶν παθῶν καὶ ἁμαρτημάτων καὶ τοῦ »κατὰ ἄνθρωπον» περιπατεῖν, ἔξιοι γενώμεθα ἀκοῦσαι ἀπὸ τοῦ θεοῦ· ἐγὼ εἶπα •θεοί ἐστε καὶ υἱοὶ ὑφίστου πάντες«, ἢ τοῦ ριστοῦ αὐτοῦ, μηκέτι πράττοντες τοιαῦτα ἐφ’ οἶς λέγοιτ’ ἄν <ἡμῖν>· »ὑμεῖς δέ ὡς ἀποθηῄσκετε«. ἐγὼ δ’ οἶμαι ὅτι οὐ μόνον τὸ ἀνθρώπῳ βασιλεῖ ὁμοιοῦσθαι τὴν βασιλείαν τῶν οὐρανῶν παύσεται, ἀλλὰ καὶ ἄλλα μυρία ὧν χρῄζει ἁμαρτωλὸς ἄνθρωπος, οἶον γέγραπιαι ἐν τῷ Ὠσηέ •»ἐγὼ δέ εἰμι ὡς πάνυηρ τῷ Ἐφραΐμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα«, καὶ ἐν ἄλλῳ τόπῳ· »ἀπαντήσομαί« φησιν αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη. παύσεται οὖν ποτε ὢν ὡς πάνθηρ καὶ ὡς λέων καὶ ὡς ἄρκτος ἀπορουμένη, ὅτε διὰ τὸ τοὺς τόδε πεποιηκότος μηκέτι χρῄζειν τοῦ ὡς πάνθηρος καὶ τοῦ ὡς λέοντος κοὶ τοῦ ὡς ἄρκτου <ἀπορουμένης> αὐτὸς οὐκέτι ἔχων τοὺς <τοιούτους> τοιούτου χρῄζοντας, ἐμφανίσει ἑαυτὸν »καθώς ἐστιν«. ἐγὼ δέ οὕτως ἀκούω καὶ τοῦ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, ἐπείπερ ὅσον μέν <ἐν ἡμῖν> ἐστι τὰ τοῦ καταναλίσκεσθαι ἄξια, ἐπὶ τοσοῦτον ὁ θεὸς ἡμῶν πῦρ ἐστι κατανλίσκον« ἐκεῖνα· ἐπὰν δέ ἀναλωθῇ ὑπὸ τοῦ κατανα- λισκοντος πυρος τα πεφυκοτα υπ ἐκείνου ἀναλίσκεσθαι, τότε οὐκέτι μὲν ἔσται »ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, μόνον δέ ὡς εἶπεν Ἰωάννης φῶς, λέγων · ὁ θεὸς φῶς εστι«. τούτων δέ κινηθέντων πρόσχες εἰ δύνασαι τὸ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς οὕτως ἔχον · »ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, κοὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀφόμεθα αὐτὸν καθώς ἐστι«, τὸν τρόπον τοῦτον ἐκλαβεῖν. νῦν μέν γάρ, κἄν ἀξιωθῶμεν βλέπειν τὸν θεὸν θεὸν νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν »αὐτὸν καθώς ἐστιν« ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῖν γίνεται· ἐπὶ δέ τέλει τῶν πραγμάτων καὶ τῆς »ἀποκαταστάσεως πόντων ὧν ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἐξ αἰῶνος προφητῶν αὐτοῦ«, ὀφόμεθα αὐτόν, οὐχ ὡς νῦν, ὁ οὐκ ἔστιν, ἀλλ' ὡς πρέπει τότε, ὅ ἐστιν.