Ancient Greek · ~5 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 20-2
Not analysed yet
Ἅπαξ δέ ταῦτα εἰπόντες εἰς τὸ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ δυνάμεθα καὶ τὴν αἰτίαν εὐρεῖν τοῦ συνεχῶς τὸν σωτῆρα υἱὸν τοῦ ἀνθρώπου ἢ υἱὸν ἀνθρώπου ἑαυτὸν ὠνομακέναι, δηλοῦντα ὅτι, ὥσπερ ὁ θεὸς ἀνθρώπους οἰκονομῶν ὡς ἐν παραβολαῖς ἄνθρωπος λέγεται, τάχα δὲ πως καὶ γίνεται, οὕτως καὶ ὁ σωτὴρ προηγουμένως >υἱὸς ὢν τοῦ θεοῦ καὶ ἐστι καὶ υἱὸς τῆς ἀγάπης αὐτοῦ« καὶ »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου«· οὐ μένει δὲ ἐν ᾧ ἐστι προηγουμένωνς, ἀλλὰ γίνεται κατ' οἰκονομίαν τοῦ ἐν παραβλαῖς λεγομένου ἀνθρώπου ὄντος δέ θεοῦ) υἱὸς ἀνθρώπου, κατὰ τὸ μιμεῖσθαι, ὅταν ἀνθρώπους οἰκονομῇ, τὸν θεόν, λεγόμενον ἐν παραβολαῖς καὶ γινόμενόν πως ἄνθρωπον. καὶ οὐ χρή τινα ἄνθρωπον ζητεῖν κἀκείνου λέγειν υἱὸν εἶναι τὸν σωτῆρα, ἀλλὰ στάντα ἐπὶ τῆς ἐννοίας τοῦ θεοῦ καὶ τῶν λεγουσῶν παραβολῶν αὐτὸν εἶναι ἄνθρωπον συνετῶς ἀκούειν αὐτοῦ λέγοντος ἑαυτὸν υἱὸν τοῦ ἀνθρώπου. Παρ’ ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν <ἀνθρώπῳ> βασιλεῖ, παρὰ δὲ τοῖς κατὰ τὰς γραφὰς λεγομένοις θεοῖς, ὧν »ἐν συναγωγῇ ἔστη ὁ θεός, ἐν μέσῳ θεοὺς« διακρίνων, ἡ βασιλεία τῶν οὐρανῶν ἐστιν ὁμοία ὁμοία θεῷ βασιλεῖ.