Ancient Greek · ~10 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 25-2
Not analysed yet
Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ καὶ τὰ ἑξῆς εως του καὶ ἀφέντες αὐτὸν ἀπῆθον (Matth. 22, 15-22). Τὸ βούλημα τῆς ἐκκειμένης λέξεως κατὰ τὸ ῥητὸν τοιοῦτον εἶναί μοι φαίνεται. Ἰουδαῖοι, ἅτε ἰδίαν ἔχοντες τὴν κατὰ τὸν Μωσέως νόμον διδασκαλίαν κοὶ πολιτείαν ἀπεξενωμένην τῆς τῶν ἐθνῶν ἀγωγῆς καὶ δόγμα ἔχοντες τὸ λέγον· »ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος πολεμήσει περὶ σοῦ«, ἀνθίσταντο τοῖς κρατοῦσιν αὐτῶν ἔθνεσιν ὑπέρ τοῦ μὴ παραβῆναι τὸν νόμον τοῦ θεοῦ. καὶ πολλάκις γε ἄρδην ἀπολέσθαι κεκινδυνεύκασιν ἐπὶ Ῥωμαίων βουλομένων ἀνδριάντα Κάισαρος εἰσαγαγεῖν εἰς τὸν νεὼν τοῦ θεοῦ, ἀνθιστάμενοι καὶ κωλύοντες τοὺς ἰσχυροτέρους αὐτῶν γενομένους ἐκ τοῦ ἡμαρτηκέναι Ἰουδαίους. εὕρομεν δέ ἐκ τῶν κατὰ τὸν χρόνον Τιβερίου Καίσαρος ἱστοριῶν γραφάς, ὡς ὄρα ἐπὶ Ποντίου Πιλάτου ἐκινδύνευσεν ὁ λαός, τοῦ μέν Πιλάτου βιαζομένου ἀνδριάντα Καίσαρος ἀνα- θεῖναι ἐν τῷ ναῷ τῶν δὲ καὶ παρὰ δύναμιν κωλυόντων · τὸ δ’ ὅμοιον ἀναγέγραπται γεγονέναι καὶ κατὰ τοὺς χρόνους Γαΐου Καίσαρος. καὶ στοχαζόμεθα ὅτι, ὅσον μὲν ἀπεσκοπεῖτο ὁ λαὸς καὶ τὸν λεγόμενον κατὰ τοὺς προφήτας φραγμὸν περιτετείχιστο »ὁ ἀμπελὼν τοῦ γυρίου οἶκος Ἰσραήλ, καὶ τὸ ἠγαπημένον νεόφυτον αὐτοῦ ἄνθρωπος Ἰούδα«, οὐδὲν τηλικοῦτον ἐγένετο. τὸ παραδοξότατον δέ· αὐτὸς πρῶτος ἐτόλμησε μιᾶναι τὸν ναὸν τοῦ θεοῦ ὁ Πιλᾶτος, ᾧ παρέδωκαν τὸν Ἰησοῦν. Καὶ κατὰ τὸν χρόνον οὖν τοῦ σωτῆρος, ἡνίκα φόρον ἐπετάχθησαν δοῦναι Ἰουδαῖοι Ῥωμαίοις, σκέψις καὶ βουλὴ ἦν ἐν Ἰουδαίοις περὶ τοῦ πότερον καθήκει τοὺς ἀνακειμένους τῷ θεῷ καὶ μερίδα ὄντος αὐτοῦ διδόναι φόρον τοῖς ἄρχουσιν ἢ ὑπὲρ ἐλευθερίας πολεμεῖν, εἰ μὴ συγχωροῖτο ζῆν ὡς βούλονται, καὶ μὴ διδόναι φόρον. καὶ ἱστόρηται ὅτι Ἰούδας μὲν ὁ Γαλιλαῖος, οὗ μέμνηται καὶ Λουκᾶς ἐν τοῖς τῶν ἀποστόλων Πράξεσιν, ἀποστήσας πολὺ πλῆθος Ἰουδαίων, ἐδίδασκε μὴ δεῖν διδόναι Καίσαρι φόρον μηδἐ γύριον ἀναγορεύειν τὸν Καίσαρα· ὁ δὲ κατὰ τὸν καιρὸν αὐτοῦ τετράρχης πείθειν ἐβούλετο τὸν λαὸν εἴκειν τῇ παρούσῃ κατατάσει κοὶ μὴ αὐθαίρετον αἱρεῖσθαι πρὸς ἰσχυροτέρους πόλεμον, διδόναι δέ τοὺς φόρους. καὶ ἡ προκειμένη δέ τοῦ εὐαγγελίου λέξις οὐ σαφῶς μέν <ἀλλὰ> ἐμφαίνει τὰ τοιαῦτα, δὲ δυναμένῳ βεβασανισμένως ὁρᾶν τό ἐκκείμενον ῥητὸν παρίστησι ταῦτα οὕτως ἔχειν. χώραν γὰρ οὐκ εἶχον <ἂν> Φαρισαῖοι βουλόμενοι ἐν λόγῳ τὸν Ἱησοῦν, ἀποστείλαντες ἑαυτῶν τοὺς μαθητὰς μετὰ τῶν Ἡρωδιανῶν πυθέσθαι τοῦ Ἰησοῦ, πότερον ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ, εἰ ὁμολο . γούμενον ἦν ὅτι οὐ δεῖ δοῦναι. καὶ εἰ συμπεφωνημένον ἦν τὸ >διδόναι.