Ancient Greek · ~11 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 26
Not analysed yet
Καὶ ὅρα εἰ μὴ δηλοῦται τὰ τῆς ἐκκειμένης ἱστορίας ἐκ τοῦ τοὺς βουλομένους παγιδεῦσαι ἐν λόγω̣ τὸν Ἰησοῦν Φαρισαίους μὴ μόνους ἀπεσταλκέναι τοὺς μαθητὰς ἑαυτῶν πευσομένους περὶ τοῦ κήνσου, ἀλλὰ μετὰ τῶν Ἡρωδιανῶν. εἰκὸς γὰρ ὅτι ἐν τῷ λαῷ τότε οἶ μὲν διδάσκοντες τελεῖν τόν φόρον Καίσαρι ἐκαλοῦντο Ἡρωδιανοὶ ὑπὸ τῶν μὴ θελόντων τοῦτο γίνεσθαι· οἱ δὲ φαντασίᾳ ἐλευθερίας κωλύοντες διδόναι τόν φόρον τῷ Καίσαρι, ἐδόκουν εἷναι οἶ ἀκριβοῦντες τὰ Ἰουδαίων μαθήματα Φαρισαῖαι. εἰ δὲ μὴ βούλεταί τις ταῦθ’ οὕτως ἔχειν, δηλωσάτω πῶς βουλόμενοι αὐτὸν παγιδεῦσαι ἐν λόγῳ ἀποστέλλουσι τοὺς ἑαυτῶν μαθητὰς οἱ Φαρισαῖοι, ἀποστέλλουσι δέ καὶ τοὺς Ἡρωδιανοὺς πευσομένους περὶ τοῦ φόρου. ποία γὰρ παγὶς ἦν ἐν τῷ ἀποκρίνεσθαι τὸν Ἰησοῦν, εἴτε βούλεται κῆνσον δίδοσθαι Καίσαρι εἴτε μή, εἰ μὴ (ὡς ἀποδεδώκαμεν) κωλύοντος μὲν αὐτοῦ διδόναι κῆνσον Καίσαρι, ἔμελλον Ἡρωδιανοὶ παραδιδόναι αὐτὸν Ῥωμαίοις, ὡς ἀποστασίαν διδάσκοντα, ἐπιτρέποντος δέ οἱ Φαρισαῖοι ἔμελλον κατηγορεῖν τοῦ Ἰησοῦ ὡς βλέποντος εἰς πρόσωπον ἀνθρώπου μὰλλον ἤπερ διδάσκοντος ἐν ἀληθείᾳ τὴν ὁδὸν τοῦ θεοῦ; βασάνισον δέ παρὰ σαυτῷ ὅτι οἱ τῶν Φαρισαίων μαθηταὶ λέγοντες · διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου οἷον προκαλοῦνται αὐτὸν διὰ <τούτου> ἐπαίνου ἐπὶ τὸ μὴ λαβεῖν πρόσωπον τῶν Ἡρωδιανῶν καὶ τῶν οἵ ἐφρόνουν τὰ Καίσαρος, ἴνα ἀπφηνάμενος κατὰ τὸ βούλημα τῶν Φαρισαίων περὶ τοῦ μὴ δεῖν Καίσαρι διδόναι φόρον, ὑπαὐτῶν παραδαθῇ τοῖς Ἡρωδιανοῖς. ὅρα δὲ καὶ γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πανουργίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί; οὐκοῦν ἤδει πειραζόμενος ὑπὸ τῶν Φαρισαίων μετὰ πανουργίας αὑτῷ προσερχομένων, ἶν’ ὅ τί ποτ’ ἄν ἀποκρίνηται ἐκ τῆς ἀποκρίσεως ἐπιβουλεύσωσιν αὐτῷ. Ταῦτα μὲν οὖν ἐκ τοῦ προκειμένου εὐαγγελίου λελέχθω εἰς τὸν τόπον ὡς πρὸς τὴν λέξιν, οἶς συνᾴδει καὶ τὰ τοῦ Μάρκου καὶ τοῦ Λουκᾶ ῥητὰ περὶ τῶν ὁμοίων ὡς δυνατόν σοι παραθεμένῳ τὰ εὐαγγέλια καὶ συνεξετάζοντι αὐτὰ ἀλλήλοις ἰδεῖν · οὐκ ἄλλος γὰρ νοῦς ἐστι παρὰ τοῦτον εἰρημένος τῷ Ματθαίῳ περὶ τῶν κατὰ τὸν τόπον, καὶ παραπλησίως Ματθαίῳ παρὰ τῷ Μάρκῳ. ἅμα δέ καὶ διδασκόμεθα ἀπὸ τοῦ σωτῆρος ἡμῶν μὴ τοῖς ὑπὸ τῶν πολλῶν λεγομένοις καὶ διὰ τοῦτο ἐνδόξοις φαινομένοις προφάσει τῆς εἰς θεὸν εὐσεβείας προσέχειν, ἀλλὰ <τοῖς> ὑπὸ τῆς ἐξετάσεως τῆς ἀκολουθίας τοῦ λόγου παρισταμένοις. πρόσχες γὰρ ὅτι, ζητουμένου τοῦ εἰ δεῖ διδόναι Καίσαρι κῆνσον ἢ μή, οὐχ ἁπλῶς ἀπεφήνατο τὸ δοκοῦν ἑαυτῷ ἀλλὰ εἰπὼν ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου ἐπύθετο, τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή, καὶ εἰποῦσιν ὅτι Καίσαρος ,ἀπεκρίνατο ὅτι δεῖ ἀποδιδόναι τῷ Καίσαρι τὰ αὐτοῦ αἰτοῦντι καὶ μὴ ἀποστερεῖν αὐτὸν τῶν ἰδίων φαντασίᾳ θεοσεβίας· οὐ δήπου δὲ τὰ μέν Καίσαρος ἀποδιδόναι δεῖ τῷ Καίσαρι οὐχὶ δέ καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ, κοὶ οὐ κωλύεταί τις ἀποδιδοὺς Καίσαρι τὰ Καίσαρος ἀποδιδόναι τῷ θεῷ τὰ τοῦ θεοῦ.