Ancient Greek · ~6 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 27
Not analysed yet
Δύναται δέ τις τὰ κατὰ τὸν τόπον οὕτως τροπολογῆσαι. συνεστήκαμεν ἐκ ψυχῆς καὶ σώματος (ὑπερκείσθω δὲ νῦν λέγειν ὅτι καὶ πνεύματος) κοὶ ὀφείλομέν τινα διδό- ναι ωσπερει φορον σωματων αρχοντι λεγομένῳ Καίσαρι, τὰ ἀναγκαῖα τῷ σώματι, ἔχοντα τὴν εἰκόνα τοῦ τῶν σωμάτων ἄρχοντος σωματικήν· ταῦτα δέ ἐστι τροφὴ καὶ σκέπη καὶ ἀναγκαία διανάπαυσις καὶ ὕπνοι. καὶ ἄλλα ὀφείλομεν, ἐπεὶ ἡ ψτχὴ φύσει κατ' εἰκόνα ἐστὶ θεοῦ, τῷ βασιλελῖ αὐτῆς θεῷ ἅπερ ἐστὶ συμφέροντα καὶ κατάλληλα τῇ τῆς φυχῆς φύσει καὶ οὐσίᾳ · ταῦτα δέ εἰσιν >αἱ ἐπ’ ἀρετὴν ἄγουσαι ὁδοὶ κοὶ αἱ κατ’ ἀρετὴν πράξεις. οἱ οὖν διδασκόμενοι τὸν νόμον τοῦ θεοῦ περὶ τῶν τοῦ σώματος πραγμάτων καὶ ὀφειλομένων αὐτῷ οὐ τὰ αὐτὰ δοξάζουσιν. οἱ μέν γὰρ τὸ ἀνάλογον ποιοῦσι τοῖς συμβουλεύουσι μὴ διδόναι κῆνσον Καίσαρι, ὅσηδύναμις δύναμις νηστείαις καὶ ἀγρυπνίαις κακοῦντες τὸ σῶμα καὶ ἀποχῇ πάση τῇ διὰ τὸ σῶμα κοὶ τὰς ἀναγκαίας αὐτοῦ πράξεις. ἔτεροι δέ παρὰ τούτους εἰσίν, οἴ ἀτρανώτως μέν διαλαμβάνουσι περὶ τῶν κατὰ τὸν τόπον, φαντάζονται δέ ὅτι καὶ τῷ σώματι διδόναι τὰς ὀφειλάς. ἀλλ' ὁ σωτὴρ ἡμῶν ὁ λόγος τοῦ θεοῦ«, τρανῶς χωρίζων τὰς εὐλόγους τῷ σώματι ὀφειλὰς ἀπὸ τῶν <πνευματικῶν> ὀφειλῶν τῆς φησιν· ἀπόδοτε τὰ Καίσρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ· εἰκόνα γὰρ ἔχει Καίσαρος καὶ σωματικῶν πραγμάτων ὁ φόρος, ὅν μόνον καὶ οὐδὲν πλέον αὔτοῦ ὀφείλομεν τῷ σώματι.