Ancient Greek · ~9 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 4
Not analysed yet
Τί δέ ὑμῖν δοκεῖ; ἄν θρωπος εἶχε τέκνα δύο· προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί <μου> κοὶ τὰ ἑξῆς εως του ὑμεῖς δέ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι ἐν αὐτῷ. (Matth. 21, 28—32). Μόνος ὁ Ματθαῖος ἀνέγραψε τὴν παραβολὴν ταύτην, ὡς ἐμοὶ δοκεῖ κεῖ περιέχουσαν τὸν περὶ τοῦ ἀπειθήσαντος Ἰσραὴλ Ἰσραὴλ τῷ λόγον καὶ τὸν περὶ τοῦ πιστεύσοντος λαοῦ ἀπὸ τῶν ἐθνῶν •οὗτοι γὰρ τὰ δύο τέκνα, ἃ εἶχεν ὁ ὡς ἄνθρωπος τροποφορῶν τὸν υἱὸν αὐτοῦ« θεός. καὶ οὗτος προσελθὼν τῷ πρώτῳ, ὃν »ἐκτήσατο« »ἀπ' ἀρχῆς«, ὃν προέγνω καὶ προώρισεν«, εἰπεν αὐτῷ· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. καὶ ὑπερέθετο φεύγων τὸ χωρίον τοῦτο διὰ τὸν ἐν αὐτῷ »καύσωνα« καὶ τοὺς καμάτους καὶ εἶπεν· οὐ θέλω· ἀλλ' ὕστερόν ποτε ἐπὶ συντελείᾳ μεταμεληθεὶς ἐπὶ τῷ εἰρηκέναι τῷ πατρί· οὐ θέλω ἦλθεν εἰς τὸν ἀμπελῶνα καὶ εἰργάσατο τὸ θέλημα τοῦ πατρός. ἡνίκα μέντοι ὁ πρῶτος εἶπεν· οὐ θέλω, προσῆλθεν ὁ πατὴρ τῷ ἑτέρῳ καὶ εἶπεν ὡσαύτως. εἶτα ἀποκριθεὶς ὁ δεύτερος εἶπε μέν· ἐγὼ κύριε, οὐκ ἐλήλυθε δὲ ἐπὶ τὸν ἀμπελῶνα τοῦ λόγου καὶ ἐπὶ τὸν ἀγρὸν τοῦ πατρός. καὶ φανερὸν ὅτι ὁ εἰπ(ὸν οὐ θέλω καὶ ὕστερον μεταμεληθεὶς καὶ ἀπελθὼν καὶ ἐργασάμενος εἰς τὸν ἀμπελῶνα ἐποίησε τὸ θέλημα τοῦ πατρὸς <οὐ τῷ λόγῳ, ἀλλὰ> ἔργῳ· ὁ γὰρ τῷ λόγῳ ἐπαγγειλάμενος καὶ μὴ ποιήσας τοῖς ἔργοις ἠρνήσατο ποιεῖν τὸ θέλημα τοῦ πατρός. πρόσχες δέ εἰ δύνασαι χρῆσθαι τῇ παραβολῇ καὶ πρὸς τοὺς ἐλάττονα μέν ἢ μηδὲν ἐπαγγελλομένους, μήτε παρθενίαν μήτε ἄλλην κατὰ τὸ εὐαγγέλιον <πνευματικὴν> πρᾶξιν, τοῖς δέ ἔργοις παριστάντας τὰ ἐναντία, ἃ μηδέ τὴν ἀρχὴν <ν> το κατὰ φ(ονὰς λόγων ἀγαθῶν πράξεων, ἔτι δέ πρὸς τοὺς μεγάλα μὲν ἐπαγγελλομένους μηδὲν δέ κατὰ τὴν ἐπαγγελίαν πράττοντας. ὁ μὲν γάρ τις οἱονεὶ λέγει ’μεῖζον ἢ κατ' ἐμέ, παρθενίαν ταύτην οὐ θέλω, καί· τῆς ἐμῆς ἀξίας βέλτιον τὸ ἀποταζάμενον τῷ βίῳ σχολάζειν τῷ λόγῳ· ὁ δέ φησιν ἕκαστον ἀκούων τῶν ἐν τῇ γραφῇ μεγάλων ἔργο)ν· ἐγὼ κύριε. καὶ ἔστιν ἐδεῖν οἱονεὶ ἐκ μεταμελείας τινὰς ἐπιδιδόντος εἰς τὸ βέλτιον καὶ ἐπιμελουμένους ἑαυτῶν ἐπὶ τὸ κρεῖττον παρὰ τὴν ἀρχῆθεν προσδοκίαν, ἄλλους δὲ προπετέστερον μέν πολλὰ ἐπαγγειλαμένους τοῖς δέ ἔργοις ἀντιπράζαντας ταῖς ἐπαγγελίαις.