Ancient Greek · ~5 min
Section 12
Origen, Dialogus cum Heraclide 12
Not analysed yet
Δοκεῖ δέ μοι οὐκ αὐτὸς τετολμηκέναι τοῦτον τὸν λόγον καινοτομεῖν, ἀλλ' ἀπὸ τῶν γραφῶν ἀσαφέστερον εἰρηκυιῶν γυμνότερον νενοηκὼς εἰρηκέναι. Οἴονταί τινες ἐν τῇ Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ ‘Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον’. Τούτοις ἀκολουθεῖ τὸ ‘κατ' εἰκόνα’ τὸ σῶμα εἶναι καὶ τὸν Θεὸν ἀνθρωπόμορφον διδόναι, ἢ τὴν μορφὴν τοῦ Θεοῦ εἶναι κατὰ τοῦτο τὸ σχῆμα. Ἡμεῖς δὲ οὐχ οὕτως μεμήναμεν ὡς εἰπεῖν ἢ σύνθετον εἶναι τὸν Θεὸν ἐκ χείρονος καὶ κρείττονος, ἵνα τὸ ‘κατ' εἰκόνα’ ἐπ' ἀμφότερον <ᾖ>, ἢ ὁλόκληρον, †ὄντος τοῦ Θεοῦ, τὸ ‘κατ' εἰκόνα’ γέγονεν ἐν τῷ χείρονι μᾶλλον, καὶ μὴ ἐν τῷ κρείττονι. Οἱ λόγοι λεπτότεροί εἰσιν· δεόμεθα ἀκροατῶν ἰσχνὴν διάνοιαν ἐχόντων. Παρακαλῶ οὖν τοὺς ἀκροατὰς προσέχειν ἑαυτοῖς, μή ποτε αἴτιοί μοι γένωνται τοῦ ἐγκληθῆναι ὅτι τὰ ἅγια παραβάλλω κυσίν, ἀναιδέσι ψυχαῖς. Οἱ γὰρ ὑλακτικοί, οἱ κυνώδεις, οἱ ταῖς πορνείαις, οἱ ταῖς λοιδορίαις τεταμένοι οὐδὲν ἄλλο ποιοῦσιν ἢ βαϋβίζουσιν, καὶ οὐ δεῖ τὰ ἅγιά με τοῖς τοιούτοις παραβάλλειν. Οὕτω δὲ καὶ παρακαλῶ τοὺς ἀκροατὰς μὴ αἰτίους μοι γενέσθαι τοῦ ἐγκληθῆναι ὡς μαργαρίτας τηλικούτους, οὓς συναγαγεῖν πειρώμεθα ὡς καλοὶ