Ancient Greek · ~4 min
Section 13
Origen, Dialogus cum Heraclide 13
Not analysed yet
ἔμποροι, παρατιθέντες τοῖς ἐγκυλιομένοις ἐν ταῖς ἀκαθαρσίαις τῶν σωμάτων, καὶ διὰ τοῦτο χρηματίζουσιν χοίροις· εἴποιμι γὰρ ἂν τὸν ἐν σωματικοῖς ἀεὶ κυλιόμενον καὶ ἐγκυλινδόμενον ἐπὶ τοῖς βορβόροις τοῦ βίου καὶ μὴ σπεύδοντα ἐπὶ τὸν καθαρὸν βίον, ἐπὶ τὸν ἅγιον, τοῦτον πάντα εἶναι χοῖρον. Ἐὰν οὖν, ὁμοιουμένης ‘τῆς βασιλείας τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας’, εὑρίσκω τοὺς καλοὺς μαργαρίτας, καὶ ὠνούμενος καὶ καμάτοις καὶ ἀγρυπνίαις παραβάλλω ψυχαῖς φιληδόνοις, καὶ τοῖς περὶ τὰ σωματικὰ βορβόροις καὶ ἐν ταῖς ἀκαθαρσίαις ἐγκυλιομέναις, ἔσομαι κἀγὼ παρανομήσας ὅτι ἔβαλον τοὺς μαργαρίτας τοῖς χοίροις. Οἱ χοῖροι δὲ παραλαβόντες τοὺς μαργαρίτας, ἅτε μὴ βλέποντες αὐτῶν τὸ κάλλος μηδὲ αἰσθανόμενοι τῆς ὑπεροχῆς αὐτῶν, καταπατοῦσιν αὐτούς, διὰ τὸ κακῶς λέγειν τὰ καλῶς λεγόμενα, καὶ οὐ μόνον καταπατοῦσιν τοὺς μαργαρίτας, ἀλλὰ καὶ στρεφόμενοι τοὺς διακόνους τῶν μαργαριτῶν ῥηγνύουσιν. Δέομαι οὖν ὑμῶν, μεταμορφώθητε· θέλετε μαθεῖν ὅτι ἐν ὑμῖν ἔστιν τὸ μεταμορφωθῆναι, καὶ ἀποθέσθαι τὴν τοῦ χοίρου μορφήν, οὖσαν κατὰ τὴν ἀκάθαρτον ψυχήν, καὶ τὴν μορφὴν τοῦ κυνός, οὖσαν κατὰ τὸν ὑλακτικὸν καὶ βαϋβίζοντα καὶ κακολογοῦντα ἄνθρωπον. Ἔστιν δὲ μεταμορφωθῆναι ἀπὸ ὄφεων·