Ancient Greek · ~4 min
Section 19
Origen, Dialogus cum Heraclide 19
Not analysed yet
μυκτῆρσιν ἀντιλαμβανόμεθα αἰσθητῆς εὐωδίας καὶ αἰσθητῆς δυσωδίας, οὕτως κατὰ τὸν ἔσω ἄνθρωπον ἔστιν ἀντίλημψις τοῦ ὑγιαίνοντος κατὰ τὰ θεῖα αἰσθητήρια, εὐωδίας δικαιοσύνης, ἣν εἶχεν ὁ ἀπόστολος, καὶ δυσωδίας ἁμαρτημάτων. Ποίας δυσωδίας ἁμαρτημάτων; Περ[ὶ] ἧς λέγει ὁ προφήτης οὕτως· ‘Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.’ Ὁ ἔξω ἄνθρωπος ἔχει τὸ γευστικόν, καὶ ὁ ἔσω ἄνθρωπος ἔχει τὸ πνευματικὸν γευστικόν, περὶ οὗ εἴρηται· ‘Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.’ Ὁ ἔξω ἄνθρωπος ἔχει ἁφὴν τὴν αἰσθητήν, καὶ ὁ ἔσω ἄνθρωπος ἔχει ἁφήν, ἐκείνην τὴν ἁφὴν ᾗ ἥψατο ἡ αἱμορροῦσα τοῦ κρασπέδου τοῦ Ἰησοῦ. Ἥψατο· ἐμαρτύρησεν γὰρ ὁ εἰπών· ‘Τίς ἥψατό μου;’ Καί γε πρὸ βραχέος ὁ Πέτρος αὐτῷ ἔλεγεν· «‘Οἱ ὄχλοι θλίβουσίν σε καὶ σὺ λέγεις Τίς ἥψατό μου;’» Οἴεται ὅτι οἱ ἁπτόμενοι σωματικῶς ἅπτονται, οὐ πνευματικῶς. Οἱ οὖν θλίβοντες τὸν Ἰησοῦν οὐχ ἥπτοντο αὐτοῦ· οὐ γὰρ πίστει αὐτοῦ ἥπτοντο. Ἐκείνη δὲ μόνη ἔχουσα θείαν τινὰ ἁφὴν ἥψατο τοῦ Ἰησοῦ καὶ διὰ τοῦτο ἐθεραπεύθη· καὶ ἐπεὶ θείᾳ αὐτοῦ ἁφῇ ἥψατο, διὰ τοῦτο δύναμις τοῦ Ἰησοῦ ἐξῆλθεν ἐπὶ τὴν θείαν αὐτῆς ἁφήν.