Ancient Greek
Section 20
Origen, Dialogus cum Heraclide 20
Not analysed yet
Λέγει οὖν· «‘Τίς ἥψατό μου; Ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ' ἐμοῦ’». Περὶ ταύτης τῆς θειοτέρας ἁφῆς Ἰωάννης λέγει. ‘Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς.’ Οὕτως ἔχομεν ἄλλας χεῖρας, περὶ ὧν λέγεται· ‘Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.’ Ο[ὐ] γὰρ ἐὰν ταύτας ἐπάρω τὰς χεῖρας, κάτω δέ μου κέωνται αἱ χεῖρες τῆς ψυχῆς, καὶ μὴ ἐπάρω αὐτὰς διὰ τῶν ἁγίων καὶ ἀγαθῶν πράξεων γίνεταί μου ‘ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή’. Ἔχω καὶ ἄλλους πόδας, περὶ ὧν ἐπηγγείλατό μοι ὁ Σολομὼν λέγων· ‘Ὁ πούς σου μὴ προσκόψῃ.’ Λέγεται <ἄτοπόν> τι ἐν τῷ Ἐκκλησιαστῇ· τῷ μὴ συνιέντι γὰρ δόξει ἀνόητον εἶναι, τῷ δὲ σοφῷ ἀπὸ Ἐκκλησιαστοῦ εἴρηται· ‘Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ.’ Ἐν ποίᾳ κεφαλῇ; Παντὸς γὰρ ἀνθρώπου, καὶ τοῦ ἀνοήτου καὶ τοῦ ἄφρονος, οἱ αἰσθητοὶ ὀφθαλμοὶ ἐν κεφαλῇ αἰσθητῇ εἰσιν, ἀλλὰ ‘τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ’ οἱ προειρημένοι, οἱ φωτιζόμενοι ὑπὸ τῆς τοῦ Κυρίου ἐντολῆς, ‘ἐν κεφαλῇ’ αὐτοῦ, ἐν Χριστῷ, ἐπεὶ ‘Κεφαλὴ ἀνδρὸς ὁ Χριστός’, ὁ ἀπόστολος λέγει. Τὸ διανοητικόν ἐστιν ἐν Χριστῷ. ‘Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ’, εἶπεν Ἱερεμίας.