Ancient Greek
Section 26
Origen, Dialogus cum Heraclide 26
Not analysed yet
εἰ γὰρ ἀπέθνῃσκεν, οὐκ ἂν ἐκολάζετο μετὰ τὸν θάνατον. ‘Ζητήσουσιν, φησίν, οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐχ εὑρήσουσιν αὐτόν.’ Αἱ γὰρ κολαζόμεναι ψυχαὶ ζητήσουσιν τὸν θάνατον, θελήσουσιν μᾶλλον εἰ μὴ ἔσονται ἤπερ ἵνα ὦσιν μέν, [κ]ολάζωνται δέ· διὰ τοῦτο ‘ζητήσουσι[ν ο]ἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσου[σι]ν αὐτόν’. Κατὰ τοῦτο τὸ σημαινόμεν[ο]ν πᾶσα ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἀθάνατος. Κατὰ δὲ τὰ λοιπὰ τὰ σημαινόμενα, κατὰ μὲν τὸ ἕτερον θνητὴ ψυχή, καὶ μακαρία ἐὰν ἀποθάνῃ τῇ ἁμαρτίᾳ. Περὶ τούτου τοῦ θανάτου Βαλαὰμ προφητεύων ἔλεγεν εὐχόμενος ἐν πνεύματι θείῳ· ‘Ἀποθάνοι ἡ ψυχή [μου] ἐν ψυχαῖς δικαίων.’ Περὶ τούτου τοῦ θανάτου π[α]ραδόξως ἐπροφήτευσεν ὁ Βαλαάμ, καὶ ἑαυτῷ ἐν λόγῳ Θεοῦ τὰ κάλλιστα ηὔχετο· ηὔχετο γὰρ τῇ ἁμαρτίᾳ ἀποθανεῖν ἵνα ζήσῃ τῷ Θεῷ· καὶ διὰ τοῦτο ἔλεγεν· ‘Ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.’ Ἄλλος δὲ θάνατος ἔστιν, καθ' ὃν οὐκ ἐσμὲν μὲν ἀθάνατοι, δυνάμεθα δὲ ἐκ τοῦ φυλάττεσθαι μὴ ἀποθανεῖν. Καὶ τάχα τὸ θνητὸν τῆς ψυχῆς οὐκ ἀεί ἐστιν θνητόν· ὅσον μὲν γὰρ ἐπιδέχεται τὸ ἁμαρτάνειν τοιαύτην ἁμαρτίαν ὥστε γενέσθαι ‘ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται’, θνητὴ τοῦ ὄντως θανάτου ἐστὶν ἡ ψυχή· ἐὰν δὲ γένηται