Ancient Greek · ~2 min
2 to 3
Origen, Expositio in Proverbia (fragmenta e catenis) 2-11-3
Not analysed yet
Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λέγους, τὸν δημιουργὸν βλασφημοῦσι, μάρτυρές εἰσι ψευδεῖς· οὐκ ἀτιμώρητοι δὲ διαμένουσιν ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνσχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετὴν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. Οἱ χυδαῖοι οὐ τὸ ἀξίωμα τιμῶντες ἀποδιδόασι τὸν φόβον, ἀλλὰ κόλακες ὄντες προσωποληπτοῦσιν· ὁ δὲ ἀληθὴς ἀνὴρ οὐ κολακεύσει τὸ κακὸν, ἀλλʼ ἐλέγξει.