Ancient Greek · ~2 min
CAP. XXII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 12-4
Not analysed yet
Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς πρὸς τὸν Θεὸν, λαμβάνων παῤ ἡμῶν τὰς ἀρετὰς, ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβάνοντες παῤ αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ· καὶ καθὸ μὲν λαμβάνομεν παῤ αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπʼ ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν· μήποτε δὲ, φησὶν, ὡς ὀλίγα διδοὺς ἄρχοντι· παῤ ᾧ συκοφαντεῖ τὰ πλείω κερδαίνων, πλέον καὶ βλάπτεται τὴν ψυχήν.