Ancient Greek · ~5 min
8 to 11
Origen, Expositio in Proverbia (fragmenta e catenis) 8-10-11
Not analysed yet
Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν Κύριος, οὗτος καὶ τῆς πνευματικῆς ἡμᾶς γνώσεως ποιμαίνει, συγκαταβαίνων καὶ λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὅν ἀτιμάζει ὁ παράνομος· εἰ δὲ βασιλεὺς μὲν ἔστι τῶν βασιλευομένων ὁ Χριστὸς, ποιμὴν δὲ ὁ προβάτων, ἔσται ποτὲ μόνος βασιλεὺς τῶν προβάτων, εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς, πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται· εἰ δὲ λέων ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης ζητεῖθηρεῦσαί τινα, ὅς ἐστιν ὁ διάβολος· ἐν δὲ ταῖς πλατείαις ταῖς πρὸς τὴν ἀπώλειαν φερούσαις, μετὰ τὴν φάλαγγα τῶν δαιμόνων αὐτοῦ, αὐτὸς φονεύει τοὺς αὐτῷ πειθομένους. Βόθρος βαθὺς ὁ διάβολός ἐστιν· ὁ δὲ μισηθεὶς παρὰ Κυρίου, ὁ μὴ ἑαυτῷ προσέχων ἀσφαλῶς· ὁ δὲ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ Κυρίου, ἀλλὰ δοκιμῆς χάριν εἰς τὸ τοῦ παρανόμου πέπτωκε (13) στόμα ὁ δὲ μισηθεὶ, ὑπὸ Κυρίου, εἰς τέλος καταλιμπάνεται ἐν τῷ βόθρῳ, φιλήδονος ὢν ἐν γνώσει ἁμαρτίας. Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ὁ Χριστὸς, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ τὸν νέον Ἰσραὴλ ἐν τῇ νομῇ τῶν ἑαυτοῦ προβάτων.