Ancient Greek · ~2 min
CAP. XXII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 13-4
Not analysed yet
Ὁ τοῖς πανσόφοις λόγοις προσέχων τοῦ Θεοῦ, καὶ ποιῶν τὰ προστασσόμενα ὑπʼ αὐτοῦ, οὗτος ἐπέστησε τὴν καρδίαν, καὶ ἔγνω ὅτι καλοί εἰσιν· οὗτος ἀκούει τῶν τοῦ Θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπʼ αὐτῶν· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλʼ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ἐὰν δὲ ἐπιστήσῃς σὴν καρδίαν τοῦ γνῶναι καὶ ποιῆσαι, γνωρίσει σοι τὴν ὁδὸν αὐτοῦ τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὀδὸς καὶ ὁ ἀλήθεια.