Ancient Greek · ~3 min
CAP. XXII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 14-4
Not analysed yet
Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐ τοῦ, νοήσει τοὺς τοῦ Θεοῦ λόγους, τούς τε πρακτικοὺς, καὶ τοὺς σοφιστικοὺς, καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν Γραφὴν πραγματεία, τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ, αἱ Προοιμίαι· τῇ δὲ δευτέρᾳ, ὁ Ἐκκλησιαστής· τῇ δὲ τρίτῃ, ᾌσμα ᾀσμάτων· ἅπερ νοηθέντα διὰ καθαρότητος ἐναπογράφεται τῇ καρδίᾳ, τοῦ ἀποκρίνασθαί σε, ὡς ἔτοιμον εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντί σε λόγον περὶ τῆς ἐν σοὶ ἐλπίδος· εἴτε διὰ τὸ μαθεῖν, εἴτε διὰ τὸ ἀντιτιθεῖναι· ἀντερώτα δὲ καὶ σὺ τοὺς δυναμένους ἐρωτᾶσθαι· μὴ μέντοι βιάζου τὸν ἐν γνώσει πενόμενον· διὸ ἐπάγει· Καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις.