Ancient Greek · ~3 min
Section 31
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 31
Not analysed yet
vi 18 [φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.] [Ὠριγένους] Ζητήσει τις, εἰ πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν. ἐρεῖ γάρ τις Ἁμάρτημά ἐστι τὸ μεθύειν· ἁμάρτημά ἐστι τὸ ἑαυτὸν ἐξάγειν ἐκ τοῦ βίου δι' ἀγχόνης, διὰ κρημνοῦ· ἆρ' οὖν ἐκτὸς τοῦ σώματός ἐστι καὶ τοῦτο τὸ ἁμάρτημα; ἀλλ' εὐγνωμόνως δεῖ ἀκοῦσαι πῶς εἴρηται τοῦτο· ἀφορμὴν δὲ ληψόμεθα τοῦ νοῆσαι τὰ κατὰ τὸν τόπον ἐκ τοῦ Λευϊτικοῦ· ἐκεῖ γὰρ λέγεται ὅτι ἐκ τῆς ῥύσεως συνέστηκεν τὸ σῶμα αὐτοῦ. ἐπεὶ οὖν ἡ σύστασις τοῦ σώματος ἀπὸ σπερμάτων ἐστί, διὰ τοῦτο <ὁ> ἁμαρτάνων κατὰ τὴν πρόρ<ρ>υσιν τῶν σπερμάτων εἰς τὸ σῶμα τὸ ἑαυτοῦ ἁμαρτάνει· καὶ ἔστιν ἡ ἁμαρτία αὕτη ἀπὸ τούτων γινομένη, ἀφ' ὧν καὶ ἡ ἀρχὴ τῆς συστάσεως τοῦ σώματος.