Ancient Greek · ~2 min
Section 81
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 81
Not analysed yet
xv 12—13 [Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσίν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται.] [Ὠριγένους] Σαφής ἐστιν ἡ τοῦ Χριστοῦ ἀνάστασις μεθ' ἧς εἶχε σαρκὸς γεγονυῖα ἐκ τοῦ προκειμένου ῥητοῦ, οἱ δέ, οἱ ἑτερόδοξοι, ἀλληγοροῦν θέλουσιν τὴν τῶν ἀνθρώπων ἀνάστασιν· ἀλληγορήτωσαν καὶ τὴν τοῦ Σωτῆρος κακῶς τῷ ἑαυτῶν ἀθετοῦντες τὸ ῥητόν. [[Μανιχαίους λέγει τοὺς λέγοντας ὅτι ὁ ἀπαλλασσόμενος ἁμαρτιῶν οὕτως ἀνέστη ἐκ νεκρῶν.]]