Ancient Greek · ~2 min
Section 82
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 82
Not analysed yet
xv 14 [Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν.] [Ὠριγένους] Ἐπειδὴ οὔτε κ<ε>νὸν τὸ κήρυγμα οὔτε κ<ε>νὴ ἡ πίστις δῆλον ὅτι Χριστὸς ἐγήγερται. ταῦτα δὲ ἐσημειωσάμεθα ὑποδεικνύντες ὅτι εἰ καὶ ᾔδει τοὺς διαλεκτικοὺς λόγους ὁ Παῦλος, ἀλλὰ φυσικῶς αὐτοῖς ἐχρήσατο· ἀπὸ γὰρ τῆς φύσεως καὶ συνηθείας ἡ διαλεκτικὴ τέχνη ἐσωματοποιήθη ὑπὸ τῶν φιλοσοφούντων.