Ancient Greek
Page 224
Origen, Homiliae in Exodum 224
Not analysed yet
αὐτῶν. Ὁ δὲ Θεὸς ἀγαπᾶσθαι θέλων ‹ἐξ ὅλης ψυχῆς› οὐδὲ τῶν ἄχρι σχήματος ἀσεβούντων ἀνέχεται· χρὴ γὰρ τοὺς ἀλλοτρίους θεοὺς ἀρνησάμενον ‹μερίδα› γενέσθαι ‹Θεοῦ› ‹ἐξ ὅλης› αὐτὸν ἠγαπηκότα ‹ψυχῆς› καὶ τῶν πρὶν κακῶν ἐραστῶν τῆς πορνευούσης ἐκ θεοῦ ψυχῆς ἀφιστάμενον, ὡς καὶ περὶ τῆς Ἱερουσαλὴμ εἴρηται δυσμενῶν αὐτῇ γεγονότων τῶν ἐραστῶν, ἣ καί φησιν· «ἀποστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν». Εἰ δὲ μὴ οὕτως ἐπι-