Ancient Greek
Page 225
Origen, Homiliae in Exodum 225
Not analysed yet
στρέψῃς, ὡς αὐτόν σε παραδέξασθαι καὶ λοῦσαι καὶ καθαρίσαι συγχωροῦντα τὴν ἁμαρτίαν, γέγονας ἐν μεγίστῳ κινδύνῳ. Τοιγαροῦν Ἰησοῦς πρὸς τοὺς υἱούς φησιν Ἰσραήλ· «ὑμεῖς αὐτοὶ ἐκλέξασθε πότερον λατρεύετε τοῖς θεοῖς τῶν τόπων τούτων ἢ λατρεύετε τῷ Θεῷ Ἰσραήλ»· ἐκείνων δὲ λεγόντων· «λατρεύομεν Κυρίῳ τῷ Θεῷ», φησίν· «ὑμεῖς μάρτυρες καθ' ὑμῶν ὅτι ὑμεῖς ἐξελέξασθε λατρεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ». Κίνδυνος γὰρ ἐκείνων ἀποστάντα μὴ γνησίως προσελθεῖν τῷ Θεῷ· πολλὰ γὰρ τὰ πολεμοῦντα καὶ πάλιν ἀποσπάσαι βουλόμενα πρὸς μερίδα τὴν ἑαυτῶν κατὰ ‹τὸ πνεῦμα τὸ ἐξελθὸν καὶ διὰ τῶν ἀνύδρων οὐχ εὑρίσκον ἀνάπαυσιν, εἶτα τὸν οἶκον εὑρόν, ὅθεν ἐξῆλθε, σχολάζοντα καὶ μόνον μὲν φοβηθὲν εἰσελθεῖν, μεθ' ἑπτὰ δὲ