Ancient Greek · ~4 min
Page 390
Origen, Homiliae in Ezechielem 390
Not analysed yet
‹Παροδεύει› ἡμῶν τὴν ψυχὴν ποικίλη δύναμις ἀντικειμένη καὶ ‹ζητεῖ› τόπον τοῦ εἰσελθεῖν καὶ ‹πορνεῦσαι› μετὰ τῆς ψυχῆς, οἱονεὶ ὡς ὁ δαίμων τοῦ θυμοῦ, ὁ δαίμων τῆς κενοδοξίας, ὁ δαίμων τῆς λύπης καὶ ἁπαξαπλῶς ἑκάστου πάθους ἡ δύναμις ‹παροδεύει› διὰ τῆς ψυχῆς καὶ θέλει ‹πορνεῦσαι› μετ' αὐτῆς, ἐπιπλακεῖσα τῇ προαιρέσει αὐτῆς. (Τοιοῦτόν τι ᾐνίξατο ὁ Νάθαν πρὸς τὸν Δαυὶδ καλῶν τὸν δαίμονα τῆς πορνείας ‹ὁδοιπόρον›.) . . . ‹Τὰ ἱμάτιά› ἐστιν ἐν τῷ μέρει τούτῳ αἱ ἱεραὶ γραφαὶ καὶ ὁ ἐν αὐταῖς νοῦς. Ἡ οὖν ἐκπεσοῦσα τῆς ἀληθείας ψυχὴ σχίζει τὰ δοθέντα αὐτῇ εἰς εὐσχημοσύνην ‹ἱμάτια›. Οἱονεὶ διελεῖται τὰς γραφὰς καὶ συῤῥάπτει ῥητῷ ῥητὸν οὐ μετὰ τῆς δεούσης πλοκῆς· καὶ συῤῥάψασα ποιεῖ ‹εἴδωλα› τὰ ἀσεβῆ νοήματα, ἐν οἷς λατρεύουσα ‹πορνεύει›. Τοιαύτη ἐστὶν ἡ ψυχὴ τοῦ αἱρετικοῦ. Αἱρετικὸς δέ ἐστιν οὐ μόνον ὁ κατὰ τὸ φρόνημα ἀπεσχισμένος τῆς ἀληθείας, ἀλλὰ καὶ ὁ κατὰ πρᾶξιν.