Ancient Greek · ~4 min
Page 25
Origen, Homiliae in Genesim (in catenis) 25
Not analysed yet
δείου πᾶσι τροφῆς αὐτάρκους πρὸς ἐνιαυτὸν καὶ τῆς τῶν ἐκκρινομένων σκυβάλων χώρας δυναμένης μὴ ἐνοχλεῖν τοῖς ζῴοις καὶ μάλιστα τοῖς ἀνθρώποις. Φασὶ τοίνυν ὅτι ἡ μὲν κατωτέρω καὶ πρὸς τῷ πυθμένι τοῦ διωρόφου στέγη εἰς σκύβαλα ἀπετέτακτο· ἡ δὲ ταύτης ἀνωτέρω εἰς τὴν συναγωγὴν τῆς τροφῆς τῶν ζῴων, <ὥστε εὐπορεῖν τὰ μὲν σαρκοβόρα σαρκῶν, τὰ δὲ ἕτερα ζῷα παρὰ τὰ εἰς διατήρησιν εἰσαχθέντα τροφῆς ἕνεκεν εἰσαχθῆναι εἰς τὴν κιβωτόν· τὰ δὲ μὴ τοιαῦτα τῆς ἐπιτηδείου ἕκαστον εὐπορῆσαι τροφῆς. Ταῦτα μὲν εἰς τὸν περὶ τῶν καταγαίων διωρόφων λόγον>. Τὸ δὲ μετὰ ταῦτα τριώροφον τοῖς ζῴοις ἀπετέτακτο κατὰ τὰς ὀνομασθείσας νοσσιάς. Καὶ εἰκός, ὅτι τῷ μὲν τῶν ὄφεων γένει καὶ θηρίων ἡ τοῦ κατωτάτου τριωρόφου χώρα ἀπενεμήθη, τοῖς δὲ κτήνεσι καὶ τοῖς λοιποῖς τῶν τιθασωτέρων ἢ ἡμερωτέρων τάξει καὶ λόγῳ τὰ ἀνωτέρω. Ἐχρῆν δὲ τὸν ἄνθρωπον ὥσπερ τῇ φύσει ἄρχοντα τῶν ἀλόγων, <ὧν ἐπιβέβηκεν αὐτός>, οὕτω καὶ χώρᾳ τῇ ἀνωτάτω τυγχάνειν περὶ τὴν τρίτην στέ-