Ancient Greek · ~2 min
Page 26
Origen, Homiliae in Genesim (in catenis) 26
Not analysed yet
γην <ὑποχείρια ἔχοντα τὰ λοιπὰ τῶν ζῴων>. Πιθανὸν δὲ τὴν πλαγίαν θύραν, ἣν εἶπε, γεγονέναι περὶ τὴν κάτωθεν πρώτην στέγην, ἵνα ἐκεῖθεν εἰσελθόντα τὰ ζῷα πρὸς τὰς τεταγμένας χωροίη νεοττίας· εἰ γὰρ ἄνωθεν ἦν, μετὰ πολλῆς δυσκολίας ἀνῄει τε τὰ ζῷα πρὸς τὴν κιβωτὸν καὶ πρὸς τοὺς ἰδίους τόπους κατήρχετο. Θειοτέρας δὲ δυνάμεως ἔχρηζεν ἡ ἀσφάλεια τῆς κλειομένης ταύτης θύρας, οὐκέτι δυναμένου τινὸς ἔξωθεν ἀνθρώπου ἀσφαλτῶσαι αὐτὴν ὑπὲρ τοῦ μὴ παρεισδῦναι ὕδωρ. Διὸ ‹ἔκλεισεν ὁ θεὸς› ὄπισθεν τοῦ Νῶε καὶ οὕτως ‹ἐγένετο ὁ κατακλυσμός›. μετὰ δὲ τὸν κατακλυσμὸν παρετηρήσαμεν