Ancient Greek · ~3 min
Page 27
Origen, Homiliae in Genesim (in catenis) 27
Not analysed yet
ὅτι οὐκέτι ὡς ἐν τοῖς ἀνωτέρω θύραν ἀνέῳξεν ὁ Νῶε, ἀλλὰ ‹θυρίδα›, ἵνα ἀποστείλῃ τὸν κόρακα. Βίαιον δέ τις τὴν παρατήρησιν ὑπελάμβανεν, εἰ μὴ καὶ αἱ λοιπαὶ ἐκδόσεις δεύτερον μὲν θυρίδα περιεῖχον ἀνοιγομένην ὑπὸ τοῦ Νῶε, πρότερον δὲ θύραν ἢ ἄνοιγμα ἔλεγον προστεταχέναι τὸν Θεὸν τῷ Νῶε ποιῆσαι ἐκ πλαγίων τῆς κιβωτοῦ· «Θύραν» μὲν γὰρ ὁ Θεοδωτίων καὶ Σύμμαχος, «ἄνοιγμα» δὲ ὁ Ἀκύλας ἐποίησε. Γέγραπται δὲ περὶ τῶν τροφῶν ὅτι καὶ προσέταξεν ὁ θεὸς εἰσαγαγεῖν καὶ εἰσάγαγε Νῶε. Ἡ δὲ τῶν σκυβάλων τῶν ζῴων πάροδος καλῶς παρασεσιώπηται καὶ τοῦ Νῶε δυναμένου τὸ ἀκόλουθον περὶ τούτων σκοπῆσαι καὶ ἡμῶν τὸ παραλελειμμένον στοχάσασθαι. Ἐπηπόρουν τινές, εἰ δύναται ἡ τηλικαύτη κιβωτὸς χωρῆσαι κἂν τὸ πολλοστὸν μόριον τῶν ἐπὶ γῆς πάντων ζῴων. Καὶ μάλιστα Ἀπελλῆς, ὁ τοῦ Μαρκίωνος γνώριμος καὶ γενόμενος ἑτέρας αἱρέσεως παρ' ἐκεῖνον πατήρ, ἀθετεῖν