Ancient Greek
Page 412
Origen, Homiliae in Leviticum 412
Not analysed yet
μεταξὺ τῷ· «καὶ καθαρὸς ἔσται» τρίτον λεγομένῳ δηλούμενοι· καὶ πέμπτος καὶ τελευταῖος διὰ τοῦ· «καὶ καθαρισθήσεται». Εἰσὶ γὰρ οἷον καὶ καθαρισμῶν προκοπαὶ πρὶν εἰς τὴν τελείαν ἐλθεῖν καθαρότητα. Μετὰ γοῦν τὴν ἀποστολὴν τοῦ ὀρνιθίου πρῶτον ‹τὰ ἱμάτια πλύνεται ὁ καθαρισθείς›, εἶτα ‹πᾶσαν τρίχα ξυρᾶται› καὶ ἐπὶ τούτοις ‹λούεται ὕδατι›, μεθ' ὃ ἐπιφέρεται τό· «καὶ καθαρὸς ἔσται», ὡς ἐκτὸς τούτων οὐκ ἂν ἀρκέσαντος τοῦ ῥηθέντος ἐπὶ τοῦ ῥαντισμοῦ· «καὶ καθαρὸς ἔσται». Καὶ μετὰ τὸν ῥαντισμὸν γὰρ ῥυπαρὰ εἶχε τὰ ἱμάτια. Ἅπερ εἴη ἂν πολιτεία μὴ πάντῃ κακῶς ὑφασμένη, ἐπεὶ κἂν ἀπέθετο ταῦτα. ‹Τρίχες› δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἱ τοῦ