Ancient Greek
Page 413
Origen, Homiliae in Leviticum 413
Not analysed yet
Σαμουὴλ καὶ τῶν Ναζιραίων καὶ αἱ τῶν μαθητῶν ‹ἠριθμημέναι›. Τῶν γὰρ Ναζιραίων ‹σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀναβαίνει›. «Πάντα, ὅσα ἂν ποιῶσιν, εὐοδούμενα πραττόντων ὡς μήτε φύλλον αὐτῶν καρποφορούντων ἀπορρεῖν». Ἤδη δὲ καὶ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται. Μετὰ δὲ τὸ τρίτον ‹καθαρὸν› γενέσθαι τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται· εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἰσεῖσιν ἕως ‹ἡμερῶν ἑπτὰ› καὶ τοῦ πάλιν ξυρηθῆναι. Ὡς μὴ ἀρκούσης τῆς δευτέρας ξυρήσεως ἁπλούστερον εἰρημένης τῆς δευτέρας κατ' ἐξαίρετον ἐχούσης—κεφαλὴν καθαιρομένου διὰ τὰ τῶν δογμάτων κεφα-