Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 9-5
Not analysed yet
9. Ὅρα τοίνυν εἰ διά τινος παραδείγματος, ᾦ ὁ ἀπόστολος ἐν τῇ πρὸς βραίους ἐχρήσατο, δυνάμεθα παραστῆσαι πῶς μιᾷ ἐνεργείᾳ ὁ θεὸς ὂν μὲν ἐλεεῖ ὃν δὲ σκληρύνει· οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾖ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρʼ ἑαυτοῖς κακοῦ τὸ σκληρύνεσθαι, σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. Γῆ, φησὶν, πιοῦσα τὸν ἐπʼ αὐτῆς ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν. οὐκοῦν μία ἐνέργεια ἡ κατὰ τὸν ὑετόν· μιᾶς δὲ ἐνεργείας οὔσης τῆς κατὰ τὸν ετὸν, ἡ μὲν γεωργηθεῖσα γῆ καρτοφορεῖ, ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἄν δόξαι εἶναι τὸ λέγειν τὸν ὕοντα· Ἐγὼ τοὺς καρποὺς ἐποίησα καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ· ἀλλʼ εἰ καὶ δύσφημον, ἀλλʼ ἀληθές. ὑετοῦ γὰρ μὴ γενομένου, οὔτʼ ἂν καρποὶ οὔτʼ ἄν ἄκανθαι γεγόνεισαν· τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρεύσαντος, ἀμφότερα γεγένηται. ἐκφέρουσα γοῦν ἀκάνθας καὶ τριβόλους ἡ πιοῦσα γῆ τὸν ἐπʼ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν ἀδόκιμος καὶ κατάρας ἐγγύς. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε· τὸ δὲ ὑποκείμενον, ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν. οὕτω τοίνυν καὶ τὸ γινόμενα ὑπὸ τοῦ θεοῦ τεράστια οἱονεὶ ὑετός ἐστιν· αἱ δὲ προαιρέσεις αἱ διάφοροι οἱονεὶ ἡ γεγεωργημένη γῆ ἐστὶ καὶ ἡ ἠμελημένη, μιᾷ τῇ φύσει ὡς γῆ τυγχάνουσα.