Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 14-4
Not analysed yet
14. Καί τοί γε εἰ ἐβουλόμην ὁμόσε χωρεῖν τῷ Κέλσῳ κατὰ ταῦτα, ἐχρησάμην ἄν Σολομῶντος λέξει ἀπὸ τῶν Παροιμιῶν οὕτως ἐχούσῃ· Τέσσαρα δʼ ἐστὶν ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· οἱ μύρμηκες οἶς μὴ ἔστιν ἰσχὺς, οἳ ἑτοιμάζονται ἐν θέρει τἢν τροφήν· καὶ οἱ χοιρογρύλιοι, ἔθυος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· ἀβασίλευτός ἐστιν ἡ ἀκρὶς, καὶ στρατεύει ἀπὸ ἑνὸς κελεύσματος εὐτάκτως καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν, οἰκεῖ ἐν ὀχυρώμασι βασιλέως. ἀλλʼ οὐ συγχρῶμαι ὡς σαφέσι τοῖς ῥητοῖς, ἀκολούθως δὲ τῇ ἐπιγραφῇ (ἐπιγέγραπται γὰρ τὸ βιβλίον Παροιμίαι) ζητῶ ταῦτα, ὡς αἰνίγματα. ἔθος γὰρ τοῖς ἀνδράσι τούτοις τὰ ἕτερον μέν τι αὐτόθεν δηλοῦντα, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἀπαγγέλλοντα, διαιρεῖν εἰς εἴδη πολλὰ. ὧν ἔν εἶναι τὰς παροιμίας. διὸ καὶ ἐν τοῖς εὐαγγελίοις ἡμῶν γέγραπται ὁ σωτὴρ ἡμῶν εἰρηκέναι· Ταῦτ’ ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὤρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω μῖν. οὐχ οἱ αἰσθητοὶ τοίνυν μύρμηκες σοφώτεροι καὶ τῶν σοφῶν εἰσὶν, ἀλλʼ οἱ δηλούμενοι ὡς ἐν εἴδει παροιμιῶν. οὔτω δὲ λεκτέον καὶ περὶ τῶν λοιπῶν ζώων· ἀλλὰ πάνυ ἁπλούστατα νομίζει εἶναι καὶ ἰδιωτικὰ ὁ Κέλσος τὰ Ἰουδαίων καὶ χριστιανῶν βιβλία, καὶ οἴεται τοὺς ἀλληγοροῦντας αὐτά βιαζομένους τὸ βούλημα τῶν γραψάντων τοῦτο ποιεῖν. ἐληλέγχθω οὖν καὶ διὰ τούτων ὁ Κέλσος μάτην ἡμᾶς διαβάλλων· ἐληλέγχθω δὲ αὐτοῦ καὶ ὁ περὶ ὄφεων καὶ ἀετῶν λόγος, ἀποφηνάμενος εἶναι τούτους ἀνθρώπων σοφωτέρους.