Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 15-3
Not analysed yet
15. Θέλων δʼ ἔτι διὰ πλειόνων μηδὲ τὰς περὶ τοῦ θείου ἐννοίας ἐξαιρέτους εἶναι παρὰ τὰ θυητὰ πάντα ἐν τῷ γένει τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων ζώων τινὰ ἀποφῇναι ἐννοοῦντα περὶ τοῦ θεοῦ, περὶ οὗ τοιαῦται διαφωνίαι γεγόνασι καὶ τοῖς ὀξυτέροις τῶν πανταχοῦ ἀνθρώπων, Ἐλλήνων καὶ βαρβάρων, φησὶν ὅτι Ἑ δʼ, ὅτι θείας ἐννοίας ἄνθρωπος ἐπείληπται, νομίζεται ὑπερέχειν τῶν λοιπῶν ζώων· ἵστωσαν οἱ τοῦτο φάσκοντες ὅτι καὶ τούτου πολλὰ τῶν ἄλλων ζώων ἀντιποιηθήσεται· καὶ μάλα εἰκότως, τί γὰρ ἄν φαίη τις θειότερον τοῦ τὰ μέλλοντα προγιγνώσκειν τε καὶ προδηλοῦν; τοῦτο τοίνυν ἀνθρωποί παρά τῶν ἄλλων ζώων, καὶ μάλιστα παρʼ ὀρνίθων, μανθάνουσι· καὶ ὅσοι τῆς ἐκείνων ἐνδείξεως ἐπαίουσιν, οὗτοι μαντικοί. εἰ δʼ ὄρνιθες ἄρα καὶ ὅσα ἄλλα ζῶα μαντικὰ ἐκ θεοῦ προγινώσκοντα διὰ συμβόλων ἡμᾶς διδάσκει, τοσοῦτον ἔοικεν ἐγγυτέρω τῆς θείας ὁμιλίας ἐκεῖνα πεφυκέναι, καὶ εἶναι σοφώτερα καὶ θεοφιλέστερα. φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας· καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα, καὶ ἔργῳ δεικνύειν ὅτι γνωρίζουσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε τόδε δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ δῆ προεῖπον. ἐλεφάντων δὲ οὐδὲν εὐορκότερον οὐδὲ πρὀς τὰ θεῖα πιστότερον εἶναι δοκεῖ, πάντως δήπου διότι γνῶσιν αὑτοῦ ἔχουσιν. ᾿ὅρα δὲ ἐν τούτοις, ὅσα ζητούμενα παρὰ τοῖς φιλοσοφοῦσιν, οὐ μόνον Ἑλλήνων ἀλλὰ καὶ τῶν ἐν βαρβάροις εἴθʼ εὑρόντων εἴτε παρά τινων δαιμόνων μαθόντων τὰ περὶ οἰωνῶν καὶ τῶν ἄλλων ζώων, ἀφʼ ὅν μαντεῖαί τινες ἀνθρώποις γίνεσθαι λέγονται, συναρπάζει καὶ ὡς ὁμολογούμενα ἐκτίθεται. πρῶτον μὲν γὰρ ἐζήτηται πότερον ἔστι τις τέχνη οἰωνιστικὴ καὶ ἀπαξαπλῶς ἡ διὰ ζώων μαντικὴ, ἢ οὐκ ἔστι· δεύτερον δὲ παρὰ τοῖς παραδεξαμένοις εἶναι τὴν δι᾿ ὀρνίθων μαντικὴν οὐ συμπεφώνηται ἡ αἰτία τοῦ τρόπου τῆς μαντείας· ἐπειδήπερ οἱ μὲν ἀπό τινων δαιμόνων ἢ θεῶν μαντικῶν φασὶ γίνεσθαι τὰς κινήσεις τοῖς ζώοις, ὄρνισι μὲν εἰς διαφόρους πτήσεις καὶ εἰς διαφόρους φωνάς, τοῖς δὲ λοιποῖς εἰς τὰς τοιασδὶ κινήσεις ἢ τοιασδί· ἀλλοι δὲ θειοτέρας αὐτῶν καὶ πρός τοῦτʼ ἐπιτηδείους εἶναι τὰς ψυχάς· ὅπερ ἐστὶν ἀπιθανώτατον.