Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 2-16
Not analysed yet
2. Διὰ πολλῶν δὰ ἐξῆς ἐγκαλεῖ ἡμῖν, ὡς τῷ ἀνθρώπῳ φάσκουσι πάντα πεποιηκέναι τὸν θεόν. καὶ βούλεται ἐκ τῆς περὶ τῶν ζώων ἱστορίας καὶ τῆς ἐμφαινομένης αὐτοῖς ἀγχινοίας δεικνύναι, ὅτι οὐδὲν μᾶλλον ἀνθρώπων ἢ τῶν ἀλόγων ζώων ἕνεκεν γέγονε τὰ πάντα. καὶ δοκεῖ μοι ὅμοιόν τι εἰπεῖν τοῖς διὰ τὸ πρὸς τοὺς μισουμένους ἔχθος κατηγοροῦσιν αὐτῶν, ἐφʼ οἶς οἱ φίλτατοι αὐτῶν ἐπαινοῦνται. ὥσπερ γὰρ ἐπὶ τούτων τυφλοῖ τὸ ἔχθος πρὸς τὸ μὴ συνορᾷν ὅτι καὶ φιλτάτων κατηγοροῦσι, διʼ ὦν κακῶς λέγειν νομίζουσι τοὺς ἐχθρούς· τὸν αὐτὸν τρόπον καὶ ὀ Κέλσος συγχυθεὶς τὸν λογισμὸν οὐχ ἔώρακεν ὅτι καὶ τῶν ἀπὸ τῆς Στοᾶς φιλοσόφων κατηγορεῖ, ὡς οὐ κακῶς προταττόντων τὸν ἄνθρωπον καὶ ἀπαξαπλῶς τὴν λογικήν φύσιν πάντων τῶν ἀλόγων, καὶ διὰ ταύτην λεγόντων προηγουμένως τὴν πρόνοιαν πάντα πεποιηκέναι. καὶ λόγον μὲν ἔχει τὰ λογικὰ, ἅπερ ἐστὶ προηγούμενα, παιδίων γεννωμένων· τὰ δ᾿ ἄλογα καὶ τὰ ἄψυχα χορίου συγκτιζομένου τῷ παιδίῳ. καὶ ἡγοῦμαί γε ὅτι, ὥσπερ ἐν ταῖς πόλεσιν οἱ προνοούμενοι τῶν ὀνίων καὶ τῆς ἀγορᾶς δι᾿ οὐδὲν ἄλλο προνοοῦνται ἢ διὰ τοὺς ἀνθρώπους, παραπολαύουσι δὲ τῆς δαψιλείας καὶ κύνες καὶ ἄλλα τῶν ἀλόγων· οὕτως ἡ πρόνοια τῶν μὲν λογικῶν προηγουμένως προνοεῖ, ἐπηκολούθησε δὲ τὸ καὶ τὰ ἄλογα ἀπολαύειν τῶν διʼ ἀνθρώπους γινομένων. καὶ ὥσπερ ἁμαρτάνει ὁ λέγων τοὺς ἀγορανόμους προνοεῖν οὐ μᾶλλον τῶν ἀνθρώπων ἢ τῶν κυνῶν, ἐπεὶ καὶ οἱ κύνες παραπολαύουσι τῆς δαψιλείας τῶν ὠνίων· οὕτω πολλῷ μᾶλλον Κέλσος καὶ οἱ τὰ αὐτὰ φρονοῦντες αὐτῷ ἀσεβοῦσιν εἰς τὸν προνοοῦντα τῶν λογικῶν θεὸν, φάσκοντες ‘τί μᾶλλον ἀνθρώποις γίνεσθαι ταῦτα πρὸς τροφὴν, ἢ τοῖς φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάνθαις; ᾿