Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 3-10
Not analysed yet
3. Οἴεται γὰρ πρῶτον μὲν μὴ ἔργα θεοῦ εἶναι βροντὰς καὶ ἀστραπὰς καὶ ὑετούς,᾿ ἤδη σαφέστερον Ἐπικουρίζων· δεύτερον δέ φησιν ὅτι ‘εἷ καὶ διδῴη τις ταῦτα ἔργα εἶναι θεοῦ, οὐ μᾶλλον ἡμῖν τοῖς ἀνθρώποις ταῦτα γίνεται πρὸς τροφὴν, ἢ τοῖς φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάνθαις· ᾿συντυχικῶς διδοὺς καὶ οὐ κατὰ πρόνοιαν, ὡς ἀληθῶς Ἐπικούρειος, ταῦτα συμβαίνειν. εἰ γὰρ οὐ μᾶλλον ἡμῖν, ἢ φυτοῖς καὶ δένδροις καὶ πόαις καὶ ἀκάνθαις, ταῦτʼ ἐστὶ χρήσιμα· δῆλον ὅτι οὐδʼ ἀτὸ προνοίας ταῦτʼ ἔρχεται· ἢ ἀπό προνοίας οὐ μᾶλλον ἡμῶν προνοουμένης, ἢ δένδρων καὶ πόας καὶ ἀκάνθης. ἑκάτερον δʼ αὐτόθεν ἀσεβές· καὶ τὸ τοῖς τοιούτοις ἀντιλέγειν, ἱστάμενον πρὸς τὸν ἀσέβειαν ἡμῶν κατηγοροῦντα, εὔηθες. παντὶ γὰρ δῆλον ἐκ τῶν εἰρημένων, τίς ὁ ἀσεβής. εἶτά φησιν ὅτι ‘κἂν ταῦτα λέγῃς ἀνθρώποις φύεσθαι (δῆλον δʼ ὅτι τὰ φυτὰ καὶ δένδρα καὶ πόας καὶ ἀκάνθας), τί μᾶλλον αὐτά ἀνθρώποις φήσεις φύεσθαι, ἢ τοῖς ἀλόγοις ζώοις τοῖς ἀγριωτάτοις; ᾿σαφῶς οὖν λεγέτω ὁ Κέλσος ὅτι ἡ τοσαύτη τῶν ἐπὶ γῆς φυομένων διαφορὰ οὐ προνοίας ἐστὶν ἔργον· ἀλλὰ συντυχία τις ἀτόμων τὰς τοσαύτας ποιότητας πεποίηκε· καὶ κατὰ συντυχίαν τὰ τοσαῦτα εἴδη φυτῶν καὶ δένδρων καὶ πόας παραπλήσιά ἐστιν ἀλλήλοις· καὶ ὅτι οὐδεὶς λόγος τεχεικὸς ὑπέστησεν αὑτὰ, οὐδʼ ἀτὸ νοῦ ἔχει τὴν ἀρχήν πάντα θαυμασμὸν ὑπερβεβηκότος. ἀλλʼ ἡμεῖς, οἱ τῷ ταῦτα κτίσαντι μόνῳ ἀνακείμενοι θεῷ χριστιανοὶ, καὶ ἐπὶ τούτοις χάριν οἴδαμεν τῷ καὶ τούτων δημιουργῷ, ὅτι ἡμῖν τηλικαύτην ἔστίαν ηὐτρέπισε, καὶ διʼ ἡμᾶς τοῖς δουλεύουσιν μῖν ζώοις· Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ ἴνʼ οἶνος εὐφραίνῃ καρδίαν ἀνθρώπου, καὶ ἱλαρύνηται πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος στηρίζῃ καρδίαν ἀνθρώπου. εἰ δὲ καὶ τοῖς ἀγριωτάτοις τῶν ζώων τροφὰς κατεσκεύασεν, οὐδὲν θαυμαστόν· καὶ ταῦτα γὰρ τὰ ζῶα καὶ ἀλλοι τῶν φιλοσοφησάντων εἰρήκασι γυμνασίου ἕνεκα γεγονέναι τῷ λογικῷ ζῴῳ. φησὶ δέ που τῶν καθʼ ἡμᾶς τις σοφῶν· Μὴ εἴπῃς, τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρίον αὑτῶν ἔκτισται· καὶ Μὴ εἴπῃς· τί τοῦτο; εἰς τί τοῦτο πάντα γὰρ ἐν καιρῷ αὐτῶν ζητηθήσεται.