Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 21-3
Not analysed yet
21. Εἴπερ δὲ θεία ἐστὶν ἡ τῶν ὀρνίθων ψυχὴ διὰ τὸ δι᾿ αὐτῶν προλέγεσθαι τὰ μέλλοντα· πῶς οὐχὶ μαλλον, ὅπου κληδόνες ὑπʼ ἀνθρώπων λαμβάνονται, θείαν εἶναι φήσομεν τὴν ψυχήν ἐκείνων, δι᾿ ὧν αἱ κληδόνες ἀκούονται; θεία οὖν τις ἦν κατὰ τοὺς τοιούσδε ἡ παρὰ τῷ Ὁμήρῳ ἀλετρὶς, περὶ U+05D0ABC τῶν μνηστήρων εἰποῦσα· Ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν. κἀκείνη μὲν θεία ἦν· ὁ δὲ τηλικοῦτος Ὀδυσσεὺς, ὁ τῆς Ὁμηρικῆς Ἀθηνᾶς φίλος, οὐκ ἦν θεῖος, ἀλλά συνεὶς τῶν ἀπὸ τῆς θείας ἀλετρίδος εἰρημένων κληδόνων ἔχαιρεν, ὡς ὁ ποιητής φησι· Χαῖρε δὲ κληδόνι δῖοε Ὀδυσσεύς. ἤδη δὲ ὅρα, εἴπερ οἱ ὄρνιθες θείαν ἔχουσι ψυχὴν καὶ αἰσθάνονται τοῦ θεοῦ ἢ, ὡς ὁ Κέλσος ὀνομάζει, τῶν θεῶν· δηλονότι καὶ ἡμεῖς πταρνύμενοι οἱ ἄνθρωποι, ἀπό τινος ἐν ἠμῖν οὔσης θειότητος καὶ μαντικῆς περὶ τὴν ψυχὴν ἡμῶν πταρνύμεθα. καὶ γὰρ τοῦτο μαρτυρεῖται ὑπὸ πολλῶν· διὸ καὶ ὀ ποιητὴς c λέγει τό· Ὁ δ᾿ ἐπέπταρεν εὐχομένοιο. διό καὶ ἡ Πηνελόπη φησίν· Οὐχ ὁράᾳς, ὅ μοι υἷὸς ἐπέπταρε σοῖσιν ἔπεσσιν;