Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 22-3
Not analysed yet
22. Τὸ δʼ ἀληθῶς θεῖον εἰς τὴν τῶν περὶ μελλόντων γνῶσιν οὔτε τοῖς ἀλόγοις χρῆται ζώοις, οὔτε τοῖς τυχοῦσι τῶν ἀνθρώπων· ἀλλὰ ψυχαῖς ἀνθρώπων ἱερωτάταις καὶ καθαρωτάταις, ἄστινας θεοφορεῖ καὶ προφήτας ποιεῖ. διόπερ εἴ τι ἄλλο θαυμασίως εἴρηται ἐν τῷ Μωσέως νόμῳ, καὶ τὰ τοιαῦτα ἐν τούτοις κατατακτέου· Οὐκ οἰωνιεῖσθε οὐδʼ ὀρνιθοσκοπήσετε. καὶ ἀλλαχοῦ· Τὰ γὰρ ἔθνη, οὓς κύριος ὁ θεός σου ἐξολοθρεύσει ἀπὸ προσώπου σου, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὔτως ἔδωκε κύριος ὁ θεός σου. εἶθ᾿ ἔξῆς φησί· Προφήτην ἀναστήσει σοι κύριος ὁ θεός σου ἐκ τῶν ἀδελφῶν σου. βουληθεὶς δέ ποτε ὁ θεὸς δι᾿ οἰωνοσκόπου ἀποτρέψοι ἀπὸ τῆς οἰωνιστικῆς, πεποίηκε πνεῦμα ἐν τῷ οἰωνοσκόπῳ εἰπεῖν· Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἱσραήλ· κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακώβ καὶ τῷ Ἰσραὴλ, τί ἐπιτελέσει ὁ θεός. ταῦτα δὴ γιγνώσκοντες ἡμεῖς καὶ τὰ τούτοις παραπλήσια, τηρεῖν βουλόμεθα μυστικῶς εἰρημένην ἐντολὴν τήν· Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἵνα μὴ ἐπιβῇ τι τῶν δαιμονίων τῷ ἡγεμονικῷ τμῶν, ἢ πνεῦμά τι τῶν ἐναντίων πρὸς βούλεται τρέψῃ τὸ φανταστικὸν ἡμῶν. εὐχόμεθα δὲ λάμψαι ἐν ταῖς καρδίαις ἡμῶν τὸν φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ, ἐπιδημοῦντος ἡμῶν τῷ φανταστικῷ πνεύματος θεοῦ καὶ φαντάζοντος ἡμᾶς τὰ τοῦ θεοῦ· ἐπεὶ ὅσοι πνεύματι θεοῦ ἄγονται, οὗτοι cf Ro viii υἱοί εἰσι θεοῦ.