Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 23-3
Not analysed yet
23. Χρὴ δʼ εἰδέναι ὅτι τὸ τὰ μέλλοντα προγιγνώσκειν οὐ πάντως θεῖόν ἐστι· καθʼ αὑτὸ γὰρ μέσον ἐστὶ, καὶ πίπτον εἰς φαύλους καὶ ἀστείους. καὶ ἰατροὶ γοῦν ἀπὸ ἰατρικῆς προγιγνώσκουσί τινα, κἂν φαῦλοι τὸ ἦθος τυγχάνωσιν· οὕτω δὲ καὶ κυβερνῆται, κἂν μοχθηραὶ τυγχάνωσιν ὄντες, προγιγνώσκουσιν ἐπισημασίας καὶ ἀνέμων σφοδρότητας καὶ τροπὰς περὶ τὸ περιέχον ἔκ τινος πείρας καὶ παρατηρήσεως· καὶ οὐ δή που παρὰ τοῦτο θείους τις αὐτοὺς εἶναι φήσει, ἐάν τύχωσι μοχθηροὶ εἶναι τὸ ἦθος. ψεῦδος οὖν τὸ παρὰ τῷ Κέλσῳ λεγόμενον, τό· ‘Τί ἂν φαίη τις θειότερον τοῦ τὰ μέλλοντα προγιγνώσκειν τε καὶ προδηλοῦν; ᾿ψεῦδος δὲ καὶ τὸ ‘πολλὰ τῶν ζώων ἀντιποιεῖσθαι θείας ἐννοίας· ᾿οὐδὲν γὰρ τῶν ἀλόγων ἔννοιαν ἔχει τοῦ θεοῦ. ψεῦδος δὲ καὶ τὸ ‘ἐγγυτέρω τῆς θείας ὁμιλίας εἶναι τὰ ἄλογα ζῶα· ᾿ὅπου γε καὶ τῶν ἀνθρώπων οἱ ἔτι φαῦλοι, κἂν ἐπʼ ἄκρον προκόπτωσι, πόρρω εἰσὶ τῆς θείας ὁμιλίας. μόνοι δὴ ἄρα οἱ κατὰ ἀλήθειαν σοφοὶ καὶ ἀψευδῶς εὐσεβεῖς ἐγγυτέρω τῆς θείας ὁμιλίας εἰσίν· ὁποῖοί εἰσιν οἱ καθʼ ἡμᾶς προφῆται καὶ Μωσῆς, ᾦ μεμαρτύρηκε διὰ τὴν πολλὴν καθαρότητα ὁ λόγος εἰπών· Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσι. πῶς δὲ ἀσεβῶς ὑπὸ τοῦ ἀσέβειαν ἡμῖν ἐγκαλοῦντος εἴρηται τὸ ‘οὐ μόνον σοφώτερα εἶναι τὰ ἄλογα τῶν ζώων τῆς τῶν ἀνθρώπων φύσεως, ἀλλὰ καὶ θεοφιλέστεραʼ; καὶ τίς οὐκ ἂν ἀποτραπείη προσέχων ἀνθρώπῳ λέγοντι δράκοντα καὶ ἀλώπεκα καὶ λύκον καὶ ἀετὸν καὶ ἱέρακα τῆς τῶν ἀνθρώπων φύσεως εἶναι θεοφιλέστερα; ἀκολουθεῖ δʼ αὐτῷ τὸ λέγειν ὅτι, εἴπερ θεοφιλέστερα τάδε τὰ ζῶα τῶν ἀνθρώπων, δῆλον ὅτι καὶ Σωκράτους καὶ Πλάτωνος καὶ Πυθαγόρου καὶ Φερεκύδου καὶ ὧν πρὸ βραχέος ὕμνησε θεολόγων θεοφιλέστερά ἐστι ταῦτα τὰ ζῶα. καὶ ἐπεύξαιτό γε ἄν τις αὐτῷ λέγων· Εἴπερ θεοφιλέστερά ἐστι τάδε τὰ ζῶα τῶν ἀνθρώπων, γένοιο μετʼ ἐκείνων θεοφιλὴς καὶ ἐξομοιωθείης τοῖς κατὰ σὲ ἀνθρώπων θεοφιλεστέροις. καὶ μὴ ὑπολαμβανέτω γε ἀρὰν εἶναι τὸ τοιοῦτον· τίς γὰρ οὐκ ἂν εὔξαιτο οἷς πείθεται εἶναι θεοφιλεστέροις γενέσθαι πάντη παραπλήσιος, ἵνα καὶ αὑτὸς ὡς ἐκεῖνοι γένηται θεοφιλής;