Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 24-3
Not analysed yet
24. Θέλων δὲ τὰς ὁμιλίας τῶν ἀλόγων ζώων εἶναι τῶν ἡμετέρων ἱερωτέρας ὁ Κέλσος, οὐ τοῖς τυχοῦσιν ἀνατίθησι τὴν ἱστορίαν ταύτην, ἀλλὰ τοῖς συνετοῖς. συνετοὶ δὲ κατὰ ἀλήθειάυ εἰσιν οἱ σπουδαῖοι, οὐδεὶς γὰρ φαῦλος συνετός. λέγει τοίνυν τὸν τρόπου τοῦτον ὅτι ‘φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν τμετέρων ερωτέρας· καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν ὅτι οὐκ ἀγνοοῦσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρυιθες ὅτι ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε, δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ ἤδη προεῖπον. ᾿κατὰ μὲν οὖν τὸ ἀληθὲς οὐδεὶς συνετὸς τοιαῦτα ἱστόρησε, καὶ οὐδεὶς σοφὸς ἱερωτέρας εἶπεν εἶναι τὰς τῶν ἀλόγων ζώων ὁμιλίας τῆς τῶν ἀνθρώπων. εἰ δʼ ὑπὲρ τοῦ ἐξετάσαι τὰ Κέλσου τἀκόλουθον σκοπῶμεν, δῆλον ὅτι κατʼ αὐτὸν ἱερώτεραι τῶν σεμνῶν Φερεκύδου καὶ Πυθαγόρου καὶ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν φιλοσόφων ὁμιλιῶν εἰσὶν αἱ τῶν ἀλόγων ζώων· ὅπερ ἐστὶ καὶ αὐτόθεν οὐ μόνον ἀπεμφαῖνον ἀλλὰ καὶ ἀτοπώτατον. ἵνα δὲ καὶ πιστεύσωμέν τινας ἐκ τῆς ἀσήμου φωνῆς τῶν ὀρνίθων μαθόντας, ὅτι ἀπίασί ποι οἱ ὄρνιθες καὶ ποιήσουσι τόδε ἢ τόδε, προδηλοῦν· καὶ τοῦτʼ ἐροῦμεν ἀπὸ τῶν δαιμόνων συμβολικῶς ἀνθρώποις δεδηλῶσθαι, κατὰ σκοπὸν τὸν περὶ τοῦ ἀπατηθῆναι ὑπὸ τῶν δαιμόνων τὸν ἄνθρωπον, καὶ κατασπασθῆναι αὐτοῦ τόν νοῦν ἀπʼ οὐρανοῦ καὶ θεοῦ ἐπὶ γῆν καὶ τὰ ἔτι κατωτέρω.