Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 25-3
Not analysed yet
25. Οὐκ οἶδα δʼ ὅπως ὁ Κέλσος καὶ ὅρκου ἐλεφάντων ἤκουσε, καὶ ὅτι εἰσὶν οὗτοι πιστότεροι πρὸς τὸ θεῖον ἡμῶν καὶ γνῶσιν ἔχουσι τοῦ θεοῦ. ἐγὼ γὰρ πολλά μὲν καὶ θαυμαστὰ οἶδα περὶ τῆς φύσεως τοῦ ζοοῦ καὶ τῆς ἡμερότητος ἱστορούμενα, οὐ μὴν καὶ περὶ ὅρκων ἐλέφαντος σύνοιδα εἰρῆσθαι παρά τινι· εἰ μή ἄρα τὸ ἥμερον καὶ τὴν ὡσπερεὶ πρός ἀνθρώπους αὐτῶν συνθήκην, ἅπαξ γενομένων ὑπʼ αὐτοῖς, εὐορκίαν τηρουμένην ὠνόμασεν, ὅπερ καὶ αὐτὸ ψεῦδός ἐστιν. εἰ γὰρ καὶ σπανίως, ἀλλʼ οὖν γε ἱστόρηται, ὅτι μετὰ τὴν δοκοῦσαν ἡμερότητα ἐξηγριώθησαν ἐλέφαντες κατὰ τῶν ἀνθρώπων καὶ φόνους ἐποίησαν, καὶ διὰ τοῦτο κατεδικάσθησαν ἀναιρεθῆναι, ὡς οὐκέτι χρήσιμοι. ἐπεὶ δὲ παραλαμβάνει μετά ταῦτα, εἰς τὸ κατασκευάσαι, ὡς οἴεται, εὐσεβεστέρους εἶναι τοὺς πελαργοὺς τῶν ἀνθρώπων, τὰ περὶ τοῦ ζώου ἱστορούμενα ἀντιπελαργοῦντος καὶ τροφὰς φέροντος τοῖς γεγεννηκόσι· λεκτέον ὅτι καὶ τοῦτʼ οὐκ ἀπὸ θεωρήματος τοῦ περὶ τοῦ καθήκουτος ποιοῦσιν οἱ πελαργοὶ οὐδʼ ἀπὸ λογισμοῦ, ἀλλʼ ἀπὸ φύσεως, βουληθείσης τῆς κατασκευαζούσης αὐτοὺς φύσεως παράδειγμα ἐν ἀλόγοις ζώοις δυσωπῆσαι δυνάμενον ἀνθρώπους ἐκθέσθαι περὶ τοῦ χάριτας ἀποτιννύειυ τοῖς γεγεννηκόσιν. εἰ δὲ ᾔδει Κέλσος ὅσῳ διαφέρει λόγῳ ταῦτα ποιεῖν τοῦ ἀλόγως καὶ φυσικῶς αὐτὰ ἐνεργεῖν, οὐκ ἂν εὐσεβεστέρους εἶπε τοὺς πελαργοὺς τῶν ἀνθρώπων. ἔτι δὲ, ὡς ὑπὲρ εὐσεβείας τῶν ἀλόγων ζώων ἱστάμενος ὁ Κέλσος, παραλαμβάνει τὸ Ἀράβιον ζῶον, τὸν φοίνικα, διὰ πολλῶν ἐτῶν ἐπιδημοῦν Αἰγύπτῳ, καὶ φέρον ἀποθανόντα τὸν πατέρα καὶ ταφέντα ἐν σφαίρᾳ σμύρνης, καὶ ἐπιτιθὲν ὅπου τὸ τοῦ ἡλίου τέμενος. καὶ τοῦτο δὲ ἱστόρηται μὲν, δύναται δὲ, ἐάνπερ ᾗ ἀληθὲς, καὶ αὐτὸ φυσικὸν τυγχάνειν· ἐπιδαψιλευσαμένης τῆς θείας προνοίας καὶ ἐν ταῖς διαφοραῖς τῶν ζώων παραστῆσαι τοῖς ἀνθρώποις τὸ ποικίλον τῆς τῶν ἐν τῷ κόσμῳ κατασκευῆς φθάνον καὶ ἐπὶ τὰ ὄρνεα· καὶ ζῶόν τι μονογενὲς ὑπέστησεν, ἵνα καὶ τοῦτο ποιήσῃ θαυμασθῆναι οὐ τὸ ζῶον, ἀλλὰ τὸν πεποιηκότα αὐτό.